Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 113

[113] „πύργος„ δ’ ὡς ἂν ἀκρόπολις κατεσκευάσθω τῇ | τυράννῳ κακίᾳ βασίλειον ὀχυρώτατον, ἧς οἱ μὲν πόδες ἐπὶ γῆς [M.422] βαινέτωσαν, ἡ δὲ κεφαλὴ πρὸς οὐρανὸν φθανέτω τοσοῦτον ὑπὸ μεγαλαυχίας ὕψος ἐπιβᾶσα.