Pular para o conteúdo

De cherubim

Philo of Alexandria · Parte 91

[91] ἴθι γάρ, εἰ θέλεις, συνεπίσκεψαι τὰς ἀοιδίμους πανηγύρεις ἡμῶν. ὅσαι μὲν δὴ κατ’ ἔθνη βαρβαρικά τε καὶ ἑλληνικὰ ἐκ μυθικῶν πλασμάτων συνέστησαν ἄλλαι παρ’ ἄλλοις κενὸν τῦφον ἔχουσαι τὸ τέλος, ἀφείσθωσαν· καὶ γὰρ οὐδ’ ὁ σύμπας ἀνθρώπων βίος ἐξαρκέσει πρὸς τὸ τὰς ἐνυπαρχούσας ἀτοπίας ἑκάσταις ἀκριβῶσαι· ἃ δ’ ⟨ἂν⟩ ἀντὶ πολλῶν εἴποι τις ἐφ’ ἁπάσας ὀλίγα στοχαζόμενος τοῦ καιροῦ, λεκτέον.