Pular para o conteúdo

De cherubim

Philo of Alexandria · Parte 92

[92] πάσης ἑορτῆς τε καὶ πανηγύρεως τῶν παρ’ ἡμῖν τὰ θαυμαστὰ καὶ περιμάχητα ἔργα ταῦτα· ἄδεια ἄνεσις ἐκεχειρία μέθη παροινία κῶμοι χλιδὴ θρύψις θυραυλίαι παννυχίδες, ἀπρεπεῖς ἡδοναί, μεθημερινοὶ γάμοι, βιαιόταται ὕβρεις, ἀσκήσεις ἀκρασίας, ἀφροσύνης μελέται, ἐπιτηδεύσεις αἰσχρῶν, φθορὰ παντελὴς τοῦ καλοῦ, νυκτεγερσίαι πρὸς ἀπλήστους ἐπιθυμίας, [M.156] ὕπνος ἐν ἡμέρᾳ, ὁπότε καιρὸς ἐγρηγόρσεως, φύσεως ἔργων ἐναλλαγή·