Pular para o conteúdo

De cherubim

Philo of Alexandria · Parte 90

[90] ἐπειδὴ τοίνυν τὰ μὲν τρεπόμενα καμάτῳ πέφυκε μεταβάλλειν, ἄτρεπτος δὲ καὶ ἀμετάβλητος ὁ θεός, ἀκμὴς ἂν εἴη φύσει· τὸ δ’ ἀσθενείας ἀμέτοχον, κἂν πάντα ποιῇ, δι’ αἰῶνος ἀναπαυόμενον οὔποτε λήξει· ὥστε οἰκειότατον μόνῳ θεῷ τὸ ἀναπαύεσθαι. [cap.27] ἐδείχθη δὲ καὶ τὸ ἑορτάζειν ἐπιβάλλον αὐτῷ· μόνου ἄρα καὶ ἑβδόμαι καὶ ἑορταὶ τοῦ αἰτίου, ἀνθρώπων δὲ συνόλως οὐδενός.