[52] τὸν οὖν ἀγένητον [17] καὶ ἄτρεπτον θεὸν ἀθανάτων καὶ παρθένων ἀρετῶν σπείρειν ἰδέας μηδέποτε εἰς γυναικὸς μεταβαλλούσῃ σχῆμα παρθενίᾳ πρεπῶδες. τί οὖν, ὦ ψυχή, δέον ἐν οἴκῳ θεοῦ παρθενεύεσθαι καὶ ἐπιστήμης περιέχεσθαι, τούτων μὲν ἀποστατεῖς, αἴσθησιν δὲ ἀσπάζῃ τὴν ἐκθηλύνουσάν σε καὶ μιαίνουσαν; τοιγάρτοι γέννημα πάμφυρτον καὶ πανώλεθρον ἀποτέξῃ τὸν ἀδελφοκτόνον καὶ ἐπάρατον Κάιν, κτῆσιν οὐ κτητήν· λέγεται γὰρ ὁ Κάιν κτῆσις.