Pular para o conteúdo

De cherubim

Philo of Alexandria · Parte 53

[53] [cap.16] Θαυμάσειε δ’ ἄν τις τὸν τῆς ἑρμηνείας τρόπον, ᾧ πολλάκις ἐπὶ πολλῶν ὁ νομοθέτης χρῆται [M.149] τὸ σύνηθες ἐξαλλάττων. μετὰ γὰρ τοὺς φύντας ἐκ γῆς ἀρχόμενος δηλοῦν τὸν γεννηθέντα πρῶτον ἐξ ἀνθρώπων, περὶ οὗ τὸ παράπαν οὐδὲν εἴρηκεν, ὡς ἤδη πολλάκις τοὔνομα αὐτοῦ προειπὼν ἀλλὰ μὴ νῦν αὐτὸ κατατάττων εἰς τὴν ἐν λόγῳ χρῆσιν, φησὶν ὅτι ἔτεκε τὸν Κάιν. ποῖον, ὦ τεχνῖτα; περὶ οὗ τί μικρὸν ἢ μέγα πάλαι δεδήλωκας;