Pular para o conteúdo

De cherubim

Philo of Alexandria · Parte 51

[51] τάξιν. [cap.15] ἀλλ’ ἐνδέχεται τάχα που καὶ παρθένον ψυχὴν πάθεσιν ἀκολάστοις μιανθεῖσαν αἰσχυνθῆναι· διόπερ ὁ χρησμὸς πεφύλακται θεὸν ἄνδρα εἰπὼν οὐ παρθένου — τρεπτὴ γὰρ ἥδε καὶ θνητή — ἀλλὰ „παρθενίας“ (Ier. 3, 4), τῆς ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης ἰδέας· γένεσιν γὰρ καὶ φθορὰν ἐνδεχομένων φύσει τῶν ποιῶν, ἄφθαρτον αἱ τυποῦσαι δυνάμεις τῶν ἐν μέρει κλῆρον εἰλήχασι.