Pular para o conteúdo

De cherubim

Philo of Alexandria · Parte 127

[127] μετελθὼν οὖν ἀπὸ τῶν ἐν μέρει κατασκευῶν ἴδε τὴν μεγίστην οἰκίαν ἢ πόλιν, τόνδε τὸν κόσμον· εὑρήσεις γὰρ αἴτιον μὲν αὐτοῦ τὸν θεὸν ὑφ’ οὗ γέγονεν, ὕλην δὲ τὰ τέσσαρα στοιχεῖα ἐξ ὧν συνεκράθη, ὄργανον δὲ λόγον θεοῦ δι’ οὗ κατεσκευάσθη, τῆς δὲ κατασκευῆς αἰτίαν τὴν ἀγαθότητα τοῦ δημιουργοῦ. φιλαλήθων ἥδε διάκρισις ἐπιστήμης ἀληθοῦς καὶ ὑγιοῦς ἐφιεμένων· οἱ δὲ φάσκοντες διὰ τοῦ θεοῦ τι κεκτῆσθαι τὸ μὲν αἴτιον ὄργανον τὸν δημιουργόν, τὸ δ’ ὄργανον αἴτιον τὸν ἀνθρώπινον νοῦν ὑπολαμβάνουσιν.