Pular para o conteúdo

De cherubim

Philo of Alexandria · Parte 128

[128] αἰτιάσαιτ’ ἂν ὁ ὀρθὸς λόγος καὶ Ἰωσὴφ εἰπόντα, διὰ τοῦ θεοῦ τὴν σαφήνειαν εὑρεθήσεσθαι τῶν ἐνυπνίων (Gen. 40,8)· ἐχρῆν γὰρ εἰπεῖν, ὑπ’ αὐτοῦ ὡς αἰτίου τὴν τῶν ἀφανῶν ἀνάπτυξίν τε καὶ ἀκρίβειαν δεόντως ἔσεσθαι· ὄργανα γὰρ ἡμεῖς, δι’ ὧν αἱ κατὰ μέρος ἐνέργειαι, ἐπιτεινόμενα καὶ ἀνιέμενα, τεχνίτης δὲ ὁ τὴν πλῆξιν ἐργαζόμενος τῶν σώματός τε καὶ ψυχῆς δυνάμεων, ὑφ’ οὗ πάντα κινεῖται.