Pular para o conteúdo

De cherubim

Philo of Alexandria · Parte 126

[126] φέρε γάρ, εἴ τις ἀνέροιτο, οἰκία καὶ πόλις πᾶσα ἵνα κατασκευασθῇ, τίνα συνελθεῖν δεῖ; ἆρ’ οὐ δημιουργὸν καὶ λίθους καὶ ξύλα καὶ ὄργανα; τί οὖν ἐστι δημιουργὸς πλὴν τὸ αἴτιον ὑφ’ οὗ; τί δὲ λίθοι καὶ ξύλα πλὴν ἡ ὕλη, ἐξ ἧς ἡ κατασκευή; τί δὲ τὰ ὄργανα πλὴν τὰ δι’ ὧν; τίνος δὲ ἕνεκα πλὴν σκέπης καὶ ἀσφαλείας, τὸ δι’ ὃ τοῦτό ἐστι;