Pular para o conteúdo

De cherubim

Philo of Alexandria · Parte 125

[125] τί δήποτε; ὅτι ὁ θεὸς αἴτιον, οὐκ ὄργανον, τὸ δὲ γινόμενον δι’ ὀργάνου μὲν ὑπὸ δὲ αἰτίου πάντως γίνεται. πρὸς γὰρ τήν τινος γένεσιν πολλὰ δεῖ συνελθεῖν, [M.162] τὸ ὑφ’ οὗ, τὸ ἐξ οὗ, τὸ δι’ οὗ, τὸ δι’ ὅ· καὶ [39] [40] ἔστι τὸ μὲν ὑφ’ οὗ τὸ αἴτιον, ἐξ οὗ δὲ ἡ ὕλη, δι’ οὗ δὲ τὸ ἐργαλεῖον, δι’ ὃ δὲ ἡ αἰτία.