Pular para o conteúdo

De aeternitate mundi

Philo of Alexandria · Parte 95

[95] αἱ δὲ πίστεις προχειρόταται τοῖς συνεξετάζειν μὴ ἀποκνοῦσιν. οὐκοῦν ὁ κόσμος ἢ φυτόν, ⟨ὡς⟩ ἔοικεν, ἢ ζῷον· ἀλλ’ εἴτε φυτόν ἐστιν εἴτε καὶ ζῷον, κατὰ τὴν ἐκπύρωσιν φθαρεὶς οὐδέποτε αὐτὸς αὑτοῦ γενήσεται σπέρμα. μαρτυρεῖ δὲ τὰ παρ’ ἡμῖν, ὧν οὐδὲν οὐκ ἔλαττον οὐ μεῖζόν ποτε φθαρὲν εἰς σπέρματος ἀπεκρίθη γένεσιν.