[96] οὐχ ὁρᾷς ὅσαι μὲν ἡμέρων φυτῶν ὗλαι, ὅσαι δὲ ἀγρίων κατὰ πᾶν μέρος τῆς γῆς ἀνακέχυνται; τούτων τῶν δένδρων ἕκαστον, ἄχρι μὲν ὑγιαίνει τὸ στέλεχος, ἅμα τῷ καρπῷ καὶ τὸ ὄχευμα τίκτει, μήκει δὲ χρόνων ἀφαυανθὲν ⟨ἢ⟩ καὶ ἄλλως αὐταῖς ῥίζαις φθαρὲν οὐδέποτε τὴν ἀνάλυσιν εἰς σπέρμα ἔλαβεν.