[94] [cap.1.19] Φέρε δ’ οὖν, ὥς φησιν ὁ Χρύσιππος, τὸ ἀναστοιχειῶσαν τὴν διακόσμησιν εἰς αὑτὸ πῦρ τοῦ μέλλοντος ἀποτελεῖσθαι κόσμου σπέρμα εἶναι καὶ ὧν ἐπ’ αὐτῷ πεφιλοσόφηκε μηδὲν ἐψεῦσθαι, πρῶτον μὲν ὅτι [59] [60] καὶ ἐκ [M.506] σπέρματος ἡ γένεσις καὶ εἰς σπέρμα ἡ ἀνάλυσις, ἔπειτα δ’ ὅτι φυσιολογεῖται ὁ κόσμος καὶ φύσις λογική, οὐ μόνον ἔμψυχος ὢν ἀλλὰ καὶ νοερός, πρὸς δὲ καὶ φρόνιμος, ἐκ τούτων τοὐναντίον οὗ βούλεται κατασκευάζεται, τὸ μηδέποτε φθαρήσεσθαι.