Pular para o conteúdo

De aeternitate mundi

Philo of Alexandria · Parte 40

[40] τὸ μὲν δὴ πρότερον ἀλλότριον θεοῦ· πρὸς τάξιν γὰρ ἀταξίαν μεταβάλλειν δέον, οὐ πρὸς ἀταξίαν τάξιν· εἶτα δ’ ὅτι καὶ μετάνοιαν πάθος καὶ νόσημα δέξεται ψυχῆς· ἔδει γὰρ ἢ μὴ κοσμοποιῆσαι τὸ παράπαν ἢ κρίνοντα πρέπον αὑτῷ τὸ ἔργον χαίρειν τῷ γενομένῳ.