Pular para o conteúdo

De aeternitate mundi

Philo of Alexandria · Parte 39

[39] [cap.1.13] Ἀποδεικτικώτατός γε μὴν κἀκεῖνος ὁ λόγος ἐστίν, ἐφ’ ᾧ μυρίους οἶδα σεμνυνομένους ὡς ἠκριβωμένῳ καὶ πάνυ ἀνεξελέγκτῳ. πυνθάνονται γάρ· τίνος ἕνεκα τὸν κόσμον φθερεῖ ὁ θεός; ἤτοι γὰρ [M.500] ὑπὲρ τοῦ μηκέτι κοσμοποιῆσαι ἢ ὑπὲρ τοῦ ἕτερον κατασκευάσαι.