Pular para o conteúdo

De aeternitate mundi

Philo of Alexandria · Parte 41

[41] τὸ δὲ δεύτερον ἄξιον οὐ βραχείας ἐρεύνης. εἰ γὰρ ἕτερον ἀντὶ τοῦ νῦν ὄντος κατασκευάσει, πάντως ὁ γενόμενος ἢ χείρων ἢ ὅμοιος ἢ κρείττων ἀποτελεσθήσεται· ὧν ἕκαστον ἐπίληπτον. εἰ μὲν γὰρ χείρων ὁ κόσμος, χείρων καὶ ὁ δημιουργός. ἀμώμητα δὲ καὶ ἀνεξέλεγκτα καὶ ἀνεπανόρθωτα τὰ τοῦ θεοῦ τελειοτάτῃ τέχνῃ καὶ ἐπιστήμῃ δημιουργηθέντα· / „οὐδὲ“ γὰρ „γυνὴ“ φασί „τοσσόνδε νόου ἐπιδεύεται ἐσθλοῦ, / ὥστε χερείον’ ἑλέσθαι ἀμεινοτέρων ⟨παρεόντων⟩.“ ἐμπρεπὲς δὲ θεῷ τὰ ἄμορφα μορφοῦν καὶ τοῖς αἰσχίστοις [26] [27] περιτιθέναι θαυμαστὰ κάλλη.