Pular para o conteúdo

De aeternitate mundi

Philo of Alexandria · Parte 141

[141] ἡ δὲ Ἀτλαντὶς νῆσος, „ἅμα Λιβύης καὶ Ἀσίας μείζων“, ᾗ φησιν ἐν Τιμαίῳ Πλάτων, ἡμέρᾳ μιᾷ καὶ νυκτὶ „σεισμῶν ἐξαισίων καὶ κατακλυσμῶν γενομένων δῦσα κατὰ τῆς θαλάττης ἐξαίφνης ἠφανίσθη“, γενομένη πέλαγος, οὐ πλωτόν, ἀλλὰ βαραθρῶδες.