[140] πολλὰς δὲ καὶ ἄλλας λόγος τῆς θαλάττης ὑπερσχούσης ἠφανίσθαι πόλεις καταποθείσας, ἐπεὶ καὶ κατὰ Πελοπόννησόν φασι τρεῖς / "Αἴγειραν Βοῦράν τε καὶ ὑψηλὴν Ἑλίκειαν, / τείχεσιν ἣ τάχ’ ἔμελλε περὶ βρύα μυρία φύσειν“, εὐδαίμονας τὸ πάλαι γενομένας πολλῇ τοῦ πελάγους ἐπικλυσθῆναι φορᾷ.