[139] ⟨ἢ⟩ τὴν περὶ τὸν ἱερώτατον Σικελικὸν πορθμὸν ᾀδομένην ἱστορίαν ἀγνοεῖτε; ⟨ἦν μὲν γὰρ⟩ τὸ παλαιὸν ἠπείρῳ Ἰταλίᾳ Σικελία συνάπτουσα, μεγάλων δὲ τῶν παρ’ ἑκάτερα πελαγῶν βιαίοις πνεύμασιν ἐξ ἐναντίας ἐπιδραμόντων, ἡ μεθόριος ἐπεκλύσθη καὶ ἀνερράγη, παρ’ ἣν καὶ πόλις ἐπώνυμος [85] [86] τοῦ πάθους Ῥήγιον κτισθεῖσα ὠνομάσθη. καὶ τοὐναντίον οὗ προσεδόκησεν ἄν τις ἀπέβη· συνεζεύχθη μὲν γὰρ τὰ τέως διεστῶτα πελάγη κατὰ τὴν σύρρυσιν ἑνωθέντα, ἡ δὲ ἡνωμένη γῆ τῷ μεθορίῳ πορθμῷ διεζεύχθη, παρ’ ὃν ἤπειρος οὖσα Σικελία νῆσος ἐβιάσθη γενέσθαι.