[142] οὐδὲν οὖν εἰς τὸ φθείρεσθαι τὸν κόσμον ἡ πλασθεῖσα τῷ λόγῳ μείωσις τῆς θαλάττης συνεργεῖ· φαίνεται γὰρ ὧν μὲν ἐξαναχωροῦσα, τὰ δ’ ἐπικλύζουσα. ἐχρῆν δὲ μὴ θάτερον τῶν γινομένων ἀλλὰ συνάμφω θεωροῦντας ἐπικρίνειν, ἐπεὶ κἀν τοῖς περὶ βίον ἀμφισβητήμασιν [M.515] ὁ νόμιμος δικαστής, πρὶν [παρὰ] τῶν ἀντιδίκων ἀκοῦσαι, γνώμην οὐκ ἀποφανεῖται.