[83] διὰ μὲν γὰρ τῆς ἠχοῦς τὸν προφορικὸν λόγον αἰνίττεται, διὰ τοῦ πατρὸς δὲ τὸν ἡγεμόνα νοῦν—πατὴρ γὰρ ὁ ἐνδιάθετος φύσει τοῦ γεγωνοῦ πρεσβύτερός γε ὢν καὶ τὰ λεκτέα ὑποσπείρων —, διὰ δὲ τοῦ ἐπιλέκτου τὸν ἀστεῖον· εἰκαῖος μὲν γὰρ καὶ πεφυρμένος ὁ φαῦλος τρόπος, ἐκλεκτὸς δὲ ὁ ἀγαθός, ἐπικριθεὶς ἐξ ἁπάντων ἀριστίνδην.