Pular para o conteúdo

De Abrahamo

Philo of Alexandria · Parte 84

[84] τῷ μὲν οὖν μετεωρολογικῷ μεῖζον οὐδὲν τοῦ κόσμου τὸ παράπαν εἶναι δοκεῖ, ᾧ καὶ τὰς τῶν γινομένων αἰτίας ἀνατίθησιν· ὁ δὲ σοφὸς ἀκριβεστέροις ὄμμασιν ἰδών τι τελεώτερον νοητὸν ἄρχον τε καὶ ἡγεμονεῦον, ὑφ’ οὗ τἄλλα [M.14] δεσπόζεται καὶ κυβερνᾶται, πολλὰ κατεμέμψατο τῆς προτέρας ζωῆς ἑαυτὸν ὡς τυφλὸν βίον διεξεληλυθότα, σκηριπτόμενον ἐπὶ τοῖς αἰσθητοῖς, ἀβεβαίῳ καὶ ἀνιδρύτῳ φύσει πράγματι.