[82] Ἄβραμ μὲν γὰρ ἑρμηνευθέν ἐστι „πατὴρ μετέωρος“, Ἀβραὰμ δὲ „πατὴρ ἐκλεκτὸς ἠχοῦς“, τὸ μὲν πρότερον ἐμφαῖνον τὸν ἀστρολογικὸν καὶ μετεωρολογικὸν ἐπικαλούμενον, οὕτως τῶν Χαλδαϊκῶν δογμάτων ἐπιμελούμενον, ὡς ἄν τις πατὴρ ἐγγόνων ἐπιμεληθείη, τὸ δ’ ὕστερον τὸν σοφόν.