Pular para o conteúdo

De Abrahamo

Philo of Alexandria · Parte 149

[149] ζωωδέσταται μὲν οὖν καὶ ἀνδραποδωδέσταται τῶν πέντε τρεῖς εἰσιν αἰσθήσεις, γεῦσις, ὄσφρησις, ἁφή, περὶ ἃς τῶν θρεμμάτων καὶ τῶν θηρίων τὰ γαστριμαργότατα καὶ συνουσιαστικώτατα μάλιστα ἐπτόηται· δι’ ὅλης γὰρ ἡμέρας καὶ νυκτὸς ἢ τροφῶν ἀπλήστως ἐμφορεῖται ἢ πρὸς τὰς ὀχείας ὁρμᾷ.