[148] ἢ γὰρ ὁρῶντες χρωμάτων καὶ σχημάτων ποικιλίας ἔν τε ἀψύχοις καὶ ψυχὴν ἔχουσιν ἡδόμεθα ἢ φωνῶν ἐμμελεστάτων ἀκούοντες ἢ κατὰ γεῦσιν ἐν τοῖς περὶ ἐδωδὴν καὶ πόσιν ἢ κατ’ ὄσφρησιν ἐν εὐωδίαις ἀτμῶν ἢ ἐν μαλακοῖς καὶ θερμοῖς ἔτι δὲ λείοις κατὰ τὴν ἁφήν.