Pular para o conteúdo

De Abrahamo

Philo of Alexandria · Parte 147

[147] [cap.29] Ἡ μὲν οὖν ἐν φανερῷ καὶ πρὸς τοὺς πολλοὺς ἀπόδοσις ἥδ’ [38] ἐστίν· ἡ δ’ ἐν ἀποκρύφῳ καὶ πρὸς ὀλίγους, ὅσοι τρόπους ψυχῆς ἐρευνῶσιν ἀλλ’ οὐ σωμάτων μορφάς, αὐτίκα λεχθήσεται. συμβολικῶς ἡ πεντάπολις αἱ ἐν ἡμῖν πέντε αἰσθήσεις εἰσί, τὰ τῶν ἡδονῶν ὄργανα, δι’ ὧν ἅπασαι μικραί τε αὖ καὶ μεγάλαι τελεσιουργοῦνται.