Pular para o conteúdo

De Abrahamo

Philo of Alexandria · Parte 150

[150] δύο δ’ εἰσὶν ἐμφιλόσοφοι καὶ ἡγεμονίδες, ἀκοὴ καὶ ὅρασις· βραδύτερα δέ πως καὶ θηλύτερα ὦτα ὀφθαλμῶν ἐπὶ τὰ ὁρατὰ φθανόντων ὑπὸ εὐτολμίας καὶ οὐκ ἀναμενόντων, ἄχρις ἂν ἐκεῖνα κινήσῃ, προϋπαντιαζόντων δὲ καὶ ἀντικινῆσαι γλιχομένων. ἀκοὴ μὲν οὖν, διότι βραδεῖα καὶ θηλυτέρα, δευτερεύουσαν τάξιν τετάχθω, [M.23] προνομία δ’ ἔστω τις ἐξαίρετος ὁράσει· ταύτην γὰρ ὁ θεὸς βασιλίδα τῶν ἄλλων ἀπέφηνεν ἐπάνω θεὶς ἁπασῶν καὶ ὥσπερ ἐπ’ ἀκροπόλεως ἱδρυσάμενος οἰκειοτάτην ἀπειργάσατο ψυχῇ. [39] [40] [41] τεκμηριώσαιτο δ’ ἄν τις ἐκ τοῦ συμμεταβάλλειν ταῖς ἐκείνης τροπαῖς·