§ 8. Sapientes et sibi invicem et ceteris prosunt
[625] [822] τά τε ἀγαθὰ πάντα τῶν σπουδαίων εἶναι ⟨κοινὰ⟩ λέγουσι, καθ’ ὃ καὶ τὸν ὠφελοῦντά τινα τῶν πλησίον καὶ ἑαυτὸν ὠφελεῖν. Τήν τε ὁμόνοιαν ἐπιστήμην εἶναι κοινῶν ἀγαθῶν, δι’ ὃ καὶ τοὺς σπουδαίους πάντας ὁμονοεῖν ἀλλήλοις διὰ τὸ συμφωνεῖν ἐν τοῖς κατὰ τὸν βίον· τοὺς δὲ φαύλους διαφωνοῦντας πρὸς ἀλλήλους ἐχθροὺς εἶναι καὶ κακοποιητικοὺς ἀλλήλων καὶ πολεμίους.
[626] [823] Τὰ δ’ ἀγαθὰ πάντα κοινὰ εἶναι τῶν σπουδαίων, τῶν δὲ φαύλων τὰ κακά. Δι’ ὃ καὶ τὸν ὠφελοῦντά τινα καὶ αὐτὸν ὠφελεῖσθαι, τὸν δὲ βλάπτοντα καὶ ἑαυτὸν βλάπτειν. Πάντας δὲ τοὺς σπουδαίους ὠφελεῖν ἀλλήλους, οὔτε φίλους ὄντας ἀλλήλων πάντως οὔτε εὔνους ⟨οὔτε⟩ εὐδοκίμους οὔτε ἀποδεχομένους παρὰ τὸ μήτε καταλαμβάνεσθαι μήτ’ ἐν ταὐτῷ κατοικεῖν τόπῳ, εὐνοητικῶς μέντοι γε πρὸς ἀλλήλους διακεῖσθαι καὶ φιλικῶς καὶ δοκιμαστικῶς καὶ ἀποδεκτικῶς· τοὺς δὲ ἄφρονας ἐν τοῖς ἐναντίοις τούτων ὑπάρχειν.
[627] [824] Ἂν εἷς σοφὸς ὁπουδήποτε προτείνῃ τὸν δάκτυλον φρονίμως, οἱ κατὰ τὴν οἰκουμένην σοφοὶ πάντες ὠφελοῦνται. [825] ἐλήρει δ’ Ἀριστοτέλης, ἐλήρει δὲ Ξενοκράτης - τὴν θαυμαστὴν ἀγνοοῦντες ὠφέλειαν ἣν οἱ σοφοὶ κινουμένων κατ’ ἀρετὴν ἀλλήλων ὠφελοῦνται, κἂν μὴ συνῶσι μηδὲ γινώσκοντες τυγχάνωσιν. [826]
[628] [827] ἀλλὰ μὴν οὐδ’ ἐν ἐρημίᾳ, φασί, βιώσεται ὁ σπουδαῖος· κοινωνικὸς γὰρ φύσει καὶ πρακτικός.
[629] [828] Lucro autem nunquam sapiens studet, quia bona haec terrena contemnit: nec quemquam falli patitur, quia boni viri officium est, errores hominum corrigere eosque in viam reducere; siquidem socialis est hominis ac benefica natura, quo solo cognationem cum deo habet.
[630] [829] Τὸν δὲ σπουδαῖον, ὁμιλητικὸν ὄντα καὶ ἐπιδέξιον καὶ προτρεπτικὸν καὶ θηρευτικὸν διὰ τῆς ὁμιλίας εἰς εὔνοιαν καὶ φιλίαν, ὡς δυνατὸν εὐάρμοστον εἶναι πρὸς πλῆθος ἀνθρώπων, παρ’ ὃ καὶ ἐπαφρόδιτον εἶναι καὶ ἐπίχαριν καὶ πιθανόν, ἔτι δὲ αἱμύλον καὶ εὔστοχον καὶ εὔκαιρον καὶ ἀγχίνουν καὶ ἀφελῆ καὶ ἀπερίεργον καὶ ἁπλοῦν καὶ ἄπλαστον· τὸν δὲ φαῦλον ἔνοχον πᾶσι τοῖς ἐναντίοις. Τὸ δ’ εἰρωνεύεσθαι φαύλων εἶναί φασιν, οὐδένα γὰρ ἐλεύθερον καὶ σπουδαῖον εἰρωνεύεσθαι· ὁμοίως δὲ καὶ τὸ σαρκάζειν, ὅ ἐστιν εἰρωνεύεσθαι μετ’ ἐπισυρμοῦ τινος. Ἐν μόνοις τε τοῖς σοφοῖς ἀπολείπουσι φιλίαν, ἐπεὶ ἐν μόνοις τούτοις ὁμόνοια γίνεται περὶ τῶν κατὰ τὸν βίον· τὴν δ’ ὁμόνοιαν εἶναι κοινῶν ἀγαθῶν ἐπιστήμην. Φιλίαν γὰρ ἀληθινὴν καὶ μὴ ψευδώνυμον ἀδύνατον χωρὶς πίστεως καὶ βεβαιότητος ὑπάρχειν· ἐν δὲ τοῖς φαύλοις, ἀπίστοις καὶ ἀβεβαίοις οὖσι καὶ δόγματα πολεμικὰ κεκτημένοις, οὐκ εἶναι φιλίαν, ἑτέρας δέ τινας ἐπιπλοκὰς καὶ συνδέσεις ἔξωθεν ἀνάγκαις καὶ δόξαις κατεχομένας γίνεσθαι. Φασὶ δὲ καὶ τὸ ἀγαπᾶν καὶ τὸ ἀσπάζεσθαι καὶ τὸ φιλεῖν μόνων εἶναι σπουδαίων.
[631] [830] λέγουσι δὲ καὶ τὴν φιλίαν ἐν μόνοις τοῖς σπουδαίοις εἶναι διὰ τὴν ὁμοιότητα. φασὶ δὲ αὐτὴν κοινωνίαν τινὰ εἶναι τῶν κατὰ τὸν βίον, χρωμένων ἡμῶν τοῖς φίλοις ὡς ἑαυτοῖς. δι’ αὑτόν τε αἱρετὸν τὸν φίλον ἀποφαίνονται καὶ τὴν πολυφιλίαν ἀγαθόν. ἔν τε τοῖς φαύλοις μὴ εἶναι φιλίαν μηδένα τε τῶν φαύλων φίλον ἔχειν.
[632] [831] Εἶναι δὲ καὶ πρᾶον, τῆς πραότητος οὔσης ἕξεως καθ’ ἣν πράως ἔχουσι πρὸς τὸ ποιεῖν τὰ ἐπιβάλλοντα ἐν πᾶσι καὶ μὴ ἐκφέρεσθαι εἰς ὀργὴν ἐν μηδενί. Καὶ ἡσύχιον δὲ καὶ κόσμιον εἶναι, τῆς κοσμιότητος οὔσης ἐπιστήμης κινήσεων πρεπουσῶν, ἡσυχιότητος δὲ εὐταξίας περὶ τὰς κατὰ φύσιν κινήσεις καὶ μονὰς ψυχῆς καὶ σώματος, τῶν ἐναντίων τούτοις ἐπὶ πάντων φαύλων γιγνομένων.
[633] [832] non omnes grati sciunt debere beneficium - uni sapienti notum est, quanti res quaeque taxanda sit: nam ille, de quo loquebar modo, stultus, etiamsi bonae voluntatis est, aut minus quam debet aut tempore aut quo non debet loco reddit.
[833]. Sapiens omnia examinabit secum: quantum acceperit, quo, quando, ubi, quemadmodum. itaque negamus quemquam scire gratiam referre nisi sapientem: non magis quam beneficium dare quisquam scit nisi sapiens.
[834] solus sapiens scit amare. solus sapiens amicus est. - - quod dicimus: fidem nisi in sapiente non esse.
[634] [835] Studiosus sapientiae cum nullo ex vanis ac vacuis [rebus], quamvis ex natura cognatus sit illis, cohabitat vel conversatur, sed longius ab illis est seiunctus consilio; ita ut non navigationis socius nec comes in via nec concivis nec vitae consors neque coaemulator dicitur proprie sapiens cum insipiente, eo quod principalis dux non concordat vel convenit in mente unius alteriusque.
[635] [836] Quanto Stoici melius -. Censent autem sapientes sapientibus etiam ignotis esse amicos. Nihil est enim virtute amabilius; quam qui adeptus erit, ubicumque erit gentium, a nobis diligetur.
[636] [837] μήποτε δὲ καὶ δόγμα εἰσηγεῖται σφόδρα ἀναγκαῖον, ὅτι πᾶς σοφὸς λύτρον ἐστὶ τοῦ φαύλου, μηδ’ ἂν πρὸς ὀλίγον χρόνον ἐξαρκέσαντος, εἰ μὴ ἐλέῳ καὶ προμηθείᾳ χρώμενος ἐκεῖνος προὐνόει τῆς διαμονῆς αὐτοῦ, καθάπερ ἰατρὸς τοῦ νοσοῦντος ἀντιτεταγμένος τοῖς ἀῤῥωστήμασι καὶ πρᾳότερα κατασκευάζων αὐτὰ ἢ συνόλως ἀναιρῶν, εἰ μή που μετὰ φορᾶς ἀνεπισχέτου βιασάμενα καὶ τὴν τῆς θεραπείας ὑπερβάλλοι φροντίδα.
[838] πειρᾶσθαι μέντοι δεῖ καὶ τοὺς πάντως ὑπὸ τῆς ἐν αὐτοῖς διαφθαρησομένους κακίας ὡς οἷόν τε διασῴζειν, μιμουμένους τοὺς ἀγαθοὺς τῶν ἰατρῶν, οἳ κἂν ὁρῶσιν ἀδύνατον τοῖς κάμνουσι τὸ σῴζεσθαι, προσφέρουσι τὴν θεραπείαν ὅμως ἄσμενοι, τοῦ μὴ τῇ παρ’ αὐτοὺς ὀλιγωρίᾳ δοκεῖν συμβῆναί τι τῶν παρὰ γνώμην. Εἰ δέ τι καὶ μικρὸν ὅσον ὑγείας σπέρμα ἐμφαίνοιτο, τοῦτο ὥσπερ ἐμπύρευμα πάσαις ἐπιμελείαις ζωπυρητέον· ἐλπὶς γὰρ μηκυνθέντος καὶ συναυξηθέντος ἀμείνονι καὶ ἀπταιστοτέρῳ χρήσασθαι τῷ βίῳ. Sequentibus commoda depingit ex sapientis persona in patriam eius redundantia.