Pular para o conteúdo

Fragmenta moralia

Crisipo · § 7. Sapiens res politicas et oeconomicas callet

§ 7. Sapiens res politicas et oeconomicas callet

[611] [805] Τό τε δίκαιόν φασι φύσει εἶναι καὶ μὴ θέσει. Ἑπόμενον δὲ τούτοις ὑπάρχειν καὶ τὸ πολιτεύεσθαι τὸν σοφὸν καὶ μάλιστ’ ἐν ταῖς τοιαύταις πολιτείαις ταῖς ἐμφαινούσαις τινὰ προκοπὴν πρὸς τὰς τελείας πολιτείας· καὶ τὸ νομοθετεῖν δὲ καὶ τὸ παιδεύειν ἀνθρώπους, ἔτι δὲ συγγράφειν τὰ δυνάμενα ὠφελεῖν τοὺς ἐντυγχάνοντας τοῖς γράμμασιν οἰκεῖον εἶναι τοῖς σπουδαίοις καὶ τὸ συγκαταβαίνειν καὶ εἰς γάμον καὶ εἰς τεκνογονίαν καὶ αὑτοῦ χάριν καὶ τῆς πατρίδος καὶ ὑπομένειν περὶ ταύτης, ἐὰν ᾖ μετρία, καὶ πόνους καὶ θάνατον. Παρακεῖσθαι δὲ τούτοις φαῦλα, τό τε δημοκοπεῖν καὶ τὸ σοφιστεύειν καὶ τὸ συγγράφειν ἐπιβλαβῆ τοῖς ἐντυγχάνουσιν, ἅπερ εἰς σπουδαίους οὐκ ἂν πέσοι.

[612] [806] ὁμοίως δὲ καὶ ἀρχικοὺς δικαστικούς τε καὶ ῥητορικοὺς μόνους εἶναι, τῶν δὲ φαύλων οὐδένα.

[613] [807] Τόν τε νόμον σπουδαῖον εἶναί φασι, λόγον ὀρθὸν ὄντα πραστακτικὸν μὲν ὧν ποιητέον, ἀπαγορευτικὸν δὲ ὧν οὐ ποιητέον. Τοῦ δὲ νόμου ἀστείου ὄντος καὶ ὁ νόμιμος ἀστεῖος ἂν ⟨εἴη⟩· νόμιμον μὲν γὰρ εἶναι ἄνδρα καὶ ἀκολουθητικὸν τῷ νόμῳ καὶ πρακτικὸν τῶν ὑπ’ αὐτοῦ προσταττομένων, νομικὸν δὲ τὸν ἐξηγητικὸν τοῦ νόμου. Μηδένα δὲ τῶν φαύλων μήτε νόμιμον εἶναι μήτε νομικόν.

Iisdem fere verbis iteratur [808]

[614] [809] Τοῦ δὲ νόμου ὄντος σπουδαίου, καθάπερ εἴπομεν, ἐπειδὴ λόγος ὀρθός ἐστι προστακτικὸς μὲν ὧν ποιητέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποιητέον, μόνον τὸν σοφὸν εἶναι λέγουσι νόμιμον, πρακτικὸν ὄντα τῶν ὑπὸ τοῦ νόμου προσταττομένων καὶ μόνον ἐξηγητικὸν τούτου, δι’ ὃ καὶ νομικὸν εἶναι· τοὺς δ’ ἠλιθίους ἐναντίως ἔχειν.

[615] [810] Ἀστείοις δ’ ἔτι καὶ τὴν ἀρχικὴν κατανέμουσιν ἐπιστασίαν καὶ τὰ ταύτης εἴδη, βασιλείαν, στρατηγίαν, ναυαρχίαν καὶ τὰς ταύταις παραπλησίους. Κατὰ τοῦτο δὴ καὶ μόνος ὁ σπουδαῖος ἄρχει καὶ εἰ μὴ πάντως κατ’ ἐνέργειαν, κατὰ διάθεσιν δὲ καὶ πάντως. Καὶ πειθαρχικὸς μόνος ὁ σπουδαῖός ἐστιν, ἀκολουθητικὸς ὢν ἄρχοντι. Τῶν δ’ ἀφρόνων οὐδεὶς τοιοῦτος· οὔτε γὰρ ἄρχειν οὔτ’ ἄρχεσθαι οἷός ⟨τ’⟩ ἐστιν ὁ ἄφρων, αὐθάδης τις ὢν καὶ ἀνάγωγος.

[616] [811] Cum autem ad tuendos conservandosque homines hominem natum esse videamus, consentaneum est huic naturae, ut sapiens velit gerere et administrare rem publicam atque, ut e natura vivat, uxorem adiungere et velle ex ea liberos.

[617] [812] οὐ μόνον δὲ ἐλευθέρους εἶναι τοὺς σοφούς, ἀλλὰ καὶ βασιλέας, τῆς βασιλείας οὔσης ἀρχῆς ἀνυπευθύνου, ἥτις περὶ μόνους ἂν τοὺς σοφοὺς ⟨συ⟩σταίη, καθά φησι Χρύσιππος ἐν τῷ Περὶ τοῦ κυρίως κεχρῆσθαι Ζήνωνα τοῖς ὀνόμασιν. ἐγνωκέναι γάρ φησι δεῖν τὸν ἄρχοντα περὶ ἀγαθῶν καὶ κακῶν· μηδένα δὲ τῶν φαύλων ἐπίστασθαι ταῦτα.

[813] Καὶ μόνον εἶναι τὸν σοφὸν βασιλέα τε καὶ βασιλικόν, τῶν δὲ φαύλων μηδένα· τὴν γὰρ βασιλείαν ἀρχὴν ἀνυπεύθυνον εἶναι καὶ τὴν ἀνωτάτω καὶ τὴν ἐπὶ πάσαις.

[618] [814] Τρίτον ὅτι κατὰ τὴν τῶν Στωϊκῶν μεγαλοῤῥημοσύνην ὁ ἀρχικός, τουτέστιν ὁ εἰδὼς ἄρχειν, μόνος ἄρχων ἐστίν, εἰ καὶ μὴ ἔχοι τὰ ὄργανα τῆς ἀρχικῆς ἐπιστήμης· καὶ ὅτι μόνος ὁ σοφὸς πλούσιος, τουτέστιν ὁ εἰδὼς χρήσασθαι παρόντι τῷ πλούτῳ, εἰ καὶ μὴ πάρεστιν.

[815] Ταῦτ’ ἄρα καὶ τὴν Στωϊκὴν μεγαληγορίαν ὑπερβέβληκεν ὁ Σωκράτης ἐν τούτοις. Τί γὰρ ἄλλο ἐστὶν ἐκ τῶν εἰρημένων συνάγειν ἢ ὅτι μόνος ἄρχων ὁ σπουδαῖος, μόνος δυνάστης, μόνος βασιλεύς, μόνος ἡγεμὼν πάντων, μόνος ἐλεύθερος, καὶ ὅτι πάντα τῶν σπουδαίων ἐστίν, ὅσα καὶ τῶν θεῶν· κοινὰ γὰρ τὰ τῶν φίλων· εἴπερ οὖν πάντα τῶν θεῶν, πάντα καὶ τῶν σπουδαίων.

- - Ὡς γὰρ τέκτονα λέγομεν οὐ τὸν ἔχοντα τὰ ὄργανα τοῦ τέκτονος, ἀλλὰ τὸν τὴν τέχνην κεκτημένον· οὕτω καὶ ἄρχοντα καὶ βασιλέα τὸν ἔχοντα τὴν βασιλικὴν ἐπιστήμην, ἀλλ’ οὐ τὸν κρατοῦντα πολλῶν. Ὄργανον γάρ ἐστιν ἡ φαινομένη δύναμις, τὸ δὲ χρώμενον ἡ ἕξις· χωρὶς δὲ ταύτης οὐκ ἂν ποτέ τις ἄρχων εἴη ⟨ἢ⟩ βασιλεύς.

[619] [816] Σπεύσιππος γὰρ ἐν τῷ πρὸς Κλεοφῶντα πρώτῳ τὰ ὅμοια τῷ Πλάτωνι ἔοικε διὰ τούτου γράφειν. Εἰ γὰρ ἡ βασιλεία σπουδαῖον, ὅ τε σοφὸς μόνος βασιλεὺς καὶ ἄρχων· ὁ νόμος, λόγος ὢν ὀρθός, σπουδαῖος· ἃ καὶ ἐστίν. Τούτοις ἀκόλουθα οἱ Στωϊκοὶ φιλόσοφοι δογματίζουσιν, βασιλείαν, ἱερωσύνην, προφητείαν, νομοθετικήν, πλοῦτον, κάλλος ἀληθινόν, εὐγένειαν, ἐλευθερίαν μόνῳ προσάπτοντες τῷ σοφῷ· ὁ δὲ δυσεύρετος πάνυ σφόδρα καὶ πρὸς αὐτῶν ὁμολογεῖται.

[620] [817] μόνον τὸν σοφὸν βασιλέα. Καὶ γὰρ ὄντως ὁ μὲν φρόνιμος ἡγεμὼν ἀφρόνων ἐστίν, εἰδὼς ἃ χρὴ ποιεῖν τε καὶ καὶ ἃ μή· ὁ δὲ σώφρων ἀκολάστων, τὰ περὶ τὰς αἱρέσεις καὶ φυγὰς ἠκριβωκὼς οὐκ ἀμελῶς, δειλῶν δὲ ὁ ἀνδρεῖος, ἃ δεῖ ὑπομένειν καὶ ἃ μὴ σαφῶς ἐκμαθών, ἀδίκων δὲ ὁ δίκαιος, ἰσότητος ἐν τοῖς ἀπονεμητέοις ἀῤῥεποῦς στοχαζόμενος.

[621] [818] βασιλείαν δὲ σοφίαν εἶναι λέγομεν, ἐπεὶ καὶ τὸν σοφὸν βασιλέα.

[622] [819] (Mercurius Chrysippum vendens dicit:) ὅτι μόνος οὗτος σοφός, μόνος καλός, μόνος δίκαιος ἀνδρεῖος βασιλεὺς ῥήτωρ πλούσιος νομοθέτης.

[623] [820] Οἰκονομικὸν δ’ εἶναι μόνον λέγουσι τὸν σπουδαῖον καὶ ἀγαθὸν οἰκονόμον, ἔτι δὲ χρηματιστικόν. Τὴν μὲν γὰρ οἰκονομικὴν εἶναι θεωρητικὴν ἕξιν καὶ πρακτικὴν τῶν οἴκῳ συμφερόντων· τὴν δ’ οἰκονομίαν διάταξιν περὶ ἀναλωμάτων καὶ ἔργων καὶ κτήδεως ἐπιμέλειαν καὶ τῶν κατ’ ἀγρὸν ἐργαζομένων· τὴν δὲ χρηματιστικὴν ἐμπειρίαν περιποιήσεως χρημάτων ἀφ’ ὧν δέον καὶ ἕξιν ὁμολογουμένως ἀναστρέφεσθαι ποιοῦσαν ἐν συναγωγῇ χρημάτων καὶ τηρήσει καὶ ἀναλώσει πρὸς εὐπορίαν· τὸ δὲ χρηματίζεσθαί τινες μὲν μέσον εἶπον εἶναι, τινὲς δὲ ἀστεῖον. Φαῦλον δὲ μηδένα προστάτην ἀγαθὸν οἴκου γίνεσθαι, μηδὲ δύνασθαι οἰκίαν εὖ οἰκονομουμένην παρασχεῖν. Μόνον δὲ τὸν σπουδαῖον ἄνδρα χρηματιστικὸν εἶναι, γινώσκοντα ἀφ’ ὧν χρηματιστέον καὶ πότε καὶ πῶς καὶ μέχρι πότε.

[624] [821] Sapiens et solidus duo haec itidem possidet, incomptus et domi habitans. Indoles incompta patefacit veritatem simplicitatis carentiamque adulationis - -; altera vero, domus custodia una cum domestico more oppositio est agresti vitae. Unum enim istorum oeconomicum est et urbanitatis exiguae comprehensio; quoniam urbanitas et oeconomia cognatae sunt virtutes, quas translatas fere inter se monstrare non frustra erit: urbanitas namque oeconomia urbis est et oeconomia urbanitas est domi.