Pular para o conteúdo

Fragmenta moralia

Crisipo · § 6. Sapiens res divinas callet

§ 6. Sapiens res divinas callet

[604] [796] λέγουσι δὲ καὶ ἱερέα μόνον εἶναι τὸν σοφόν, φαῦλον δὲ μηδένα. τὸν γὰρ ἱερέα εἶναι δεῖν ἔμπειρον νόμων τῶν περὶ θυσίας καὶ εὐχὰς καὶ καθαρμοὺς καὶ ἱδρύσεις καὶ πάντα τὰ τοιαῦτα, πρὸς δὲ τούτοις καὶ ἁγιστείας τε καὶ εὐσεβείας δεῖσθαι καὶ ἐμπειρίας τῆς τῶν θεῶν θεραπείας, καὶ ⟨τοῦ⟩ ἐντὸς εἶναι τῆς φύσεως τῆς θείας. Μηδ’ ἓν ⟨δέ τ⟩ι τούτων ὑπάρχειν τῷ φαύλῳ, διὸ καὶ πάντας εἶναι τοὺς ἄφρονας ἀσεβεῖς. Τὴν γὰρ ἀσέβειαν κακίαν οὖσαν, ἄγνοιαν εἶναι θεῶν θεραπείας, τὴν δ’ εὐσέβειαν, ὡς εἴπομεν ([797]), ἐπιστήμην θεῶν θεραπείας.

[605] [798] Καὶ μαντικὸν δὲ μόνον εἶναι τὸν σπουδαῖον, ὡς ἂν ἐπιστήμην ἔχοντα διαγνωστικὴν σημείων τῶν ἐκ θεῶν ἢ δαιμόνων πρὸς ἀνθρώπινον βίον τεινόντων. Δι’ ὃ καὶ τὰ εἴδη τῆς μαντικῆς εἶναι περὶ αὐτόν, τό τε ὀνειροκριτικὸν καὶ τὸ οἰωνοσκοπικὸν καὶ θυτικὸν καὶ εἴ τινα ἄλλα τούτοις ἐστὶ παραπλήσια.

[606] [799] θείους τε εἶναι (scil. τοὺς σπουδαίους). ἔχειν γὰρ ἐν ἑαυτοῖς οἱονεὶ θεόν· τὸν δὲ φαῦλον ἄθεον· διττὸν δὲ εἶναι τὸν ἄθεον, τόν τε ἐναντίως τῷ θείῳ λεγόμενον καὶ τὸν ἐξουθενητικὸν τοῦ θείου· ὅπερ οὐκ εἶναι περὶ πάντα φαῦλον.

[607] [800] Stoici autem tui negant quemquam nisi sapientem divinum esse posse.

[608] [801] θεοσεβεῖς τοὺς σπουδαίους· ἐμπείρους γὰρ εἶναι τῶν περὶ θεῶν νομίμων· εἶναί τε τὴν εὐσέβειαν ἐπιστήμην θεῶν θεραπείας. ἀλλὰ μὴν καὶ θύειν αὐτοὺς θεοῖς ἁγνούς τε ὑπάρχειν· ἐκνεύειν γὰρ τὰ περὶ τοὺς θεοὺς ἁμαρτήματα. καὶ τοὺς θεοὺς ἄγασθαι αὐτούς· ὁσίους τε γὰρ εἶναι καὶ δικαίους πρὸς τὸ θεῖον. μόνους ἱερέας τοὺς σοφούς· ἐπεσκέφθαι γὰρ περὶ θυσιῶν, ἱδρύσεων, καθαρμῶν, τῶν ἄλλων τῶν πρὸς θεοὺς οἰκείων.

[609] [802] ἑορτὴ γὰρ ψυχῆς ἡ ἐν ἀρεταῖς εὐφροσύνη τελείαις - - μόνος δὲ ἑορτάζει τὴν τοιαύτην ἑορτὴν ὁ σοφός, τῶν δ’ ἄλλων οὐδείς· ἄγευστον γὰρ παθῶν ἢ κακιῶν ψυχὴν εὑρεῖν σπανιώτατον.

[610] [803] (ὅτι οἱ σοφοὶ) ἅπαντα τὸν βίον ἑορτὴν ἄγουσι.

[804] τῶν φαύλων οὐδεὶς ἀλλ’ οὐδὲ τὸν βραχύτατον χρόνον ἑορτάζει.