§ 9. Sapiens austerus etc
[637] [839] καὶ αὐστηροὺς δέ φασιν εἶναι πάντας τοὺς σπουδαίους, τῷ μήτε αὐτοὺς πρὸς ἡδονὴν ὁμιλεῖν μήτε παρ’ ἄλλων τὰ πρὸς ἡδονὴν προσδέχεσθαι. καὶ ἄλλον δὲ εἶναι αὐστηρόν, παραπλησίως λεγόμενον τῷ αὐστηρῷ οἴνῳ, ᾧ πρὸς μὲν φαρμακοποΐαν χρῶνται, πρὸς δὲ πρόποσιν οὐ πάνυ.
[638] [840] Αὐστηρόν τε λέγεσθαι τὸν σπουδαῖον καθ’ ὅσον οὔτε προσφέρει τινὶ οὔτε προσίεται τὸν πρὸς χάριν λόγον. Κυνιεῖν τε τὸν σοφὸν λέγουσιν, ἶσον ⟨ὂν⟩ τῷ ἐπιμένειν τῷ κυνισμῷ, οὐ μὴν σοφὸν ὄντα ἐνάρξεσθαι τοῦ κυνισμοῦ.
[639] [841] αὐστηρὸς οὗτος ἡμῖν, αὐστηρὸς οὐκ εἰς τὸ ἀδιάφθορον μόνον, ἀλλὰ καὶ εἰς τὸ ἀπείραστον. οὐδαμῇ γὰρ ἐνδόσιμον οὐδὲ ἁλώσιμον ἡδονῇ τε καὶ λύπῃ τὴν ψυχὴν παρίστησιν· δικαστής, ἐὰν ὁ λόγος καλῇ, ἀκλινὴς γενόμενος, μηδ’ ὁτιοῦν τοῖς πάθεσι χαριζόμενος, ἀμεταστάτῳ ⟨ποδὶ⟩ ᾗ πέφυκε [τὸ] δίκαιον πορεύεσθαι βαδίζων.
[842] τὸ ἀναπόβλητον τῆς ἀρετῆς.
[640] [843] Φασὶ μηδὲ συγγνώμην ἔχειν ⟨μηδενὶ τὸν νοῦν ἔχοντα· τοῦ γὰρ αὐτοῦ συγγώμην τε ἔχειν⟩ καὶ νομίζειν τὸν ἡμαρτηκότα μὴ παρ’ αὑτὸν ἡμαρτηκέναι, πάντων ἁμαρτανόντων παρὰ τὴν ἰδίαν κακίαν· διὸ καὶ δεόντως λέγεσθαι τὸ μηδὲ συγγνώμην ἔχειν τοῖς ἁμαρτάνουσιν. Οὐκ ἐπιεικῆ δέ φασιν εἶναι τὸν ἀγαθὸν ἄνδρα, τὸν γὰρ ἐπιεικῆ παραιτητικὸν εἶναι τῆς κατ’ ἀξίαν κολάσεως καὶ τοῦ αὐτοῦ εἶναι ἐπιεικῆ τε εἶναι καὶ ὑπολαμβάνειν τὰς ἐκ τοῦ νόμου τεταγμένας κολάσεις τοῖς ἀδικοῦσι σκληροτέρας εἶναι καὶ τὸ ἡγεῖσθαι παρὰ τὴν ἀξίαν ἀπονέμειν τὰς κολάσεις τὸν νομοθέτην.
[641] [844] ἐλεήμονάς τε μὴ εἶναι συγγνώμην τε ἔχειν μηδενί· μὴ γὰρ παριέναι τὰς ἐπιβαλλούσας ἐκ τοῦ νόμου κολάσεις (ἐπεὶ τό γε εἴκειν καὶ ὁ ἔλεος αὐτή τε ἡ ἐπιείκεια οὐδεμία ἐστὶ ψυχῆς πρὸς κολάσεις προσποιουμένη χρηστότητα) μηδὲ οἴεσθαι σκληροτέρας αὐτὰς εἶναι.
[642] [845] ἔτι γε τὸν σοφὸν οὐδὲν θαυμάζειν τῶν δοκούντων παραδόξων, οἷον χαρώνεια καὶ ἀμπώτιδας καὶ πηγὰς θερμῶν ὑδάτων καὶ πυρὸς ἀναφυσήματα.
[643] [846] Οὐχ οἷον δὲ μεθυσθήσεσθαι τὸν νοῦν ἔχοντα· τὴν γὰρ μέθην ἁμαρτητικὸν περιέχειν, λήρησιν εἶναι ⟨γὰρ⟩ παρὰ τὸν οἶνον, ἐν μηδενὶ δὲ τὸν σπουδαῖον ἁμαρτάνειν, δι’ ὃ πάντα κατ’ ἀρετὴν ποιεῖν καὶ τὸν ἀπὸ ταύτης ὀρθὸν λόγον.
[644] [847] καὶ οἰνωθήσεσθαι μέν, οὐ μεθυσθήσεσθαι δέ (scil. τὸν σπουδαῖον), ἔτι δὲ οὐδὲ μανήσεσθαι· προσπεσεῖσθαι μέντοι ποτὲ αὐτῷ φαντασίας ἀλλοκότους διὰ μελαγχολίαν ἢ λήρησιν, οὐ κατὰ τὸν τῶν αἱρετῶν λόγον, ἀλλὰ παρὰ φύσιν.
[645] [848] Cynicorum autem rationem atque vitam alii cadere in sapientem dicunt, si qui eius modi forte casus inciderit, ut id faciendum sit, alii nullo modo.
[646] [849] ἄτυφόν τε εἶναι τὸν σοφόν· ἴσως γὰρ ἔχειν πρός τε τὸ ἔνδοξον καὶ τὸ ἄδοξον. εἶναι δὲ καὶ ἄλλον ἄτυφον, κατὰ τὸν εἰκαῖον τεταγμένον, ὅς ἐστι φαῦλος.
[647] [850] ἀκιβδήλους τοὺς σπουδαίους φυλακτικούς τε εἶναι τοῦ ἐπὶ τὸ βέλτιον αὑτοὺς παριστάνειν, διὰ παρασκευῆς τῆς τὰ φαῦλα μὲν ἀποκρυπτούσης, τὰ δὲ ὑπάρχοντα ἀγαθὰ φαίνεσθαι ποιούσης. ⟨καὶ⟩ ἀπλάστους· περιῃρηκέναι γὰρ ἐν τῇ φωνῇ τὸ πλάσμα καὶ τῷ εἴδει.
[648] [851] οὐδ’ ἀναβάλλεσθαι δέ ποτε τὸν σπουδαῖον οὐδέν, εἶναι γὰρ τὴν ἀναβολὴν ὑπέρθεσιν ἐνεργείας δι’ ὄκνον· ὑπερτίθεσθαι δέ τινα μόνον, ἀνεγκλήτου τῆς ὑπερθέσεως οὔσης. ἐπὶ γὰρ τοῦ ἀναβάλλεσθαι τὸν Ἡσίοδον ταῦτ’ εἰρηκέναι·
([852]) μηδ’ ἀναβάλλεσθαι ἔς τ’ αὔριον ἔς τ’ ἔννηφι
καὶ
([853]) αἰεὶ δ’ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει·
τῆς [δ’] ἀναβολῆς ἔκπτωσίν τινα τῶν προσηκόντων ἔργων ἐμποιούσης.
[649] [854] ἀπράγμονάς τε εἶναι (scil. τοὺς σπουδαίους)· ἐκκλίνειν γὰρ τὸ πράττειν τι παρὰ τὸ καθῆκον.