§ 7. De singulis virtutibus
[262] [335] φρόνησιν δ’ εἶναι ἐπιστήμην ὧν ποιητέον καὶ οὐ ποιητέον καὶ οὐδετέρων ἢ ἐπιστήμην ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων φύσει πολιτικοῦ ζῴου (καὶ ἐπὶ τῶν λοιπῶν δὲ ἀρετῶν οὕτως ἀκούειν παραγγέλλουσι). σωφροσύνην δ’ εἶναι ἐπιστήμην αἱρετῶν καὶ φευκτῶν καὶ οὐδετέρων· δικαιοσύνην δὲ ἐπιστήμην ἀπονεμητικὴν τῆς ἀξίας ἑκάστῳ· ἀνδρείαν δὲ ἐπιστήμην δεινῶν καὶ οὐ δεινῶν καὶ οὐδετέρων· ἀφροσύνην δὲ ⟨ἄγνοιαν⟩ ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων, ἢ ἄγνοιαν ὧν ποιητέον καὶ οὐ ποιητέον καὶ οὐδετέρων· ἀκολασίαν δὲ ἄγνοιαν αἱρετῶν καὶ φευκτῶν καὶ οὐδετέρων· ⟨ἀδικίαν δὲ ἄγνοιαν μὴ ἀπονεμητικὴν τῆς ἀξίας ἑκάστῳ⟩· δειλίαν δὲ ἄγνοιαν δεινῶν καὶ οὐ δεινῶν καὶ οὐδετέρων. Παραπλησίως δὲ καὶ τὰς ἄλλας ἀρετὰς καὶ κακίας ὁρίζονται, τῶν εἰρημένων ἐχόμενοι. Κοινότερον δὲ τὴν ἀρετὴν διάθεσιν εἶναί φασι ψυχῆς σύμφωνον αὑτῇ περὶ ὅλον τὸν βίον.
[263] [336] Διὰ τούτων βούλεται τὰς κατὰ μέρος ἀρετὰς ὑπογράφειν· εἰσὶ δὲ τὸν ἀριθμὸν τέσσαρες, φρόνησις, σωφροσύνη, ἀνδρία, δικαιοσύνη.
[337] ἡ μὲν φρόνησις περὶ τὰ ποιητέα, ὅρους αὐτοῖς τιθεῖσα, ἡ δὲ ἀνδρεία τοῖς ὑπομενετέοις· ἡ δὲ σωφροσύνη τοῖς αἱρετέοις· ἡ δὲ δικαιοσύνη τοῖς ἀπονεμητέοις.
[338] κατὰ δὲ τὸν τόπον τῆς φρονήσεως δύο εἰσὶ ποιοί, ὅ τε φρόνιμος καὶ ὁ φρονῶν. fere eadem redeunt p. 79 addito: ὁ μὲν συνιστάμενος κατὰ τὴν φρόνησιν, ὁ δὲ φρονῶν κατὰ τὸ φρονεῖν.
[339] : ἐπιστήμη γάρ ἐστιν ὑπομενετέων καὶ οὐχ ὑπομενετέων καὶ οὐδετέρων.
[340] ὅτι ἀπονεμητικὴ τῶν κατ’ ἀξίαν ἐστὶν ἡ δικαιοσύνη καὶ τέτακται οὔτε κατὰ τὸν κατήγορον οὔτε κατὰ τὸν ἀπολογούμενον, ἀλλὰ κατὰ τὸν δικαστήν. Ὥσπερ οὖν ὁ δικαστὴς οὔτε νικῆσαί τινας προῄρηται οὔτε πολεμῆσαί τισι καὶ ἐναντιωθῆναι, γνώμην δ’ ἀποφηνάμενος βραβεύει τὸ δίκαιον· οὕτως ἡ δικαιοσύνη οὐδενὸς οὖσα ἀντίδικος, ἀπονέμει τὸ κατ’ ἀξίαν ἑκάστῳ πράγματι.
[264] [341] Τῶν δ’ ἀρετῶν τὰς μὲν εἶναι πρώτας, τὰς δὲ ταῖς πρώταις ὑποτεταγμένας· πρώτας δὲ τέτταρας εἶναι, φρόνησιν, σωφροσύνην, ἀνδρείαν, δικαιοσύνην. Καὶ τὴν μὲν φρόνησιν περὶ τὰ καθήκοντα γίνεσθαι· τὴν δὲ σωφροσύνην περὶ τὰς ὁρμὰς τοῦ ἀνθρώπου· τὴν δὲ ἀνδρείαν περὶ τὰς ὑπομονάς· τὴν δὲ δικαιοσύνην περὶ τὰς ἀπονεμήσεις. Τῶν δὲ ὑποτεταγμένων ταῖς ἀρεταῖς ταύταις τὰς μὲν τῇ φρονήσει ὑποτετάχθαι, τὰς δὲ τῇ σωφροσύνῃ, τὰς δὲ τῇ ἀνδρείᾳ, τὰς δὲ τῇ δικαιοσύνῃ. Τῇ μὲν οὖν φρονήσει ὑποτάττεσθαι εὐβουλίαν, εὐλογιστίαν, ἀγχίνοιαν, νουνέχειαν, ⟨εὐστοχίαν⟩, εὐμηχανίαν· τῇ δὲ σωφροσύνῃ εὐταξίαν, κοσμιότητα, αἰδημοσύνην, ἐγκράτειαν· τῇ δὲ ἀνδρείᾳ καρτερίαν, θαρραλεότητα, μεγαλοψυχίαν, εὐψυχίαν, φιλοπονίαν· τῇ δὲ δικαιοσύνῃ εὐσέβειαν, χρηστότητα, εὐκοινωνησίαν, εὐσυναλλαξίαν. Εὐβουλίαν μὲν οὖν εἶναι λέγουσιν ἐπιστήμην τοῦ ποῖα καὶ πῶς πράττοντες πράξομεν συμφερόντως· εὐλογιστίαν δὲ ἐπιστήμην ἀνταναιρετικὴν καὶ συγκεφαλαιωτικὴν τῶν γινομένων καὶ ἀποτελουμένων· ἀγχίνοιαν δὲ ἐπιστήμην εὑρετικὴν τοῦ καθήκοντος ἐκ τοῦ παραχρῆμα· νουνέχειαν δὲ ἐπιστήμην ⟨τῶν χειρόνων καὶ βελτιόνων· εὐστοχίαν δὲ ἐπιστήμην⟩ ἐπιτευκτικὴν τοῦ ἐν ἑκάστῳ σκοποῦ· εὐμηχανίαν δὲ ἐπιστήμην εὑρετικὴν διεξόδου πραγμάτων· εὐταξίαν δὲ ἐπιστήμην τοῦ πότε πρακτέον καὶ τί μετὰ τί καὶ καθόλου τῆς τάξεως τῶν πράξεων· κοσμιότητα δὲ ⟨ἐπιστήμην⟩ πρεπουσῶν καὶ ἀπρεπῶν κινήσεων· αἰδημοσύνην δὲ ἐπιστήμην εὐλαβητικὴν ὀρθοῦ ψόγου· ἐγκράτειαν δὲ ἐπιστήμην ἀνυπέρβατον τῶν κατὰ τὸν ὀρθὸν λόγον φανέντων· καρτερίαν δὲ ἐπιστήμην ἐμμενητικὴν τοῖς ὀρθῶς κριθεῖσι· θαῤῥαλεότητα δὲ ἐπιστήμην καθ’ ἣν οἴδαμεν ὅτι οὐδενὶ δεινῷ μὴ περιπέσωμεν· μεγαλοψυχίαν δὲ ἐπιστήμην ὑπεράνω ποιοῦσαν τῶν πεφυκότων ἐν σπουδαίοις τε γίνεσθαι καὶ φαύλοις· εὐψυχίαν δὲ ἐπιστήμην ψυχῆς παρεχομένης ἑαυτὴν ἀήττητον· φιλοπονίαν δὲ ἐπιστήμην ἐξεργαστικὴν τοῦ προκειμένου, οὐ κωλυομένην διὰ πόνον· εὐσέβειαν δὲ ἐπιστήμην θεῶν θεραπείας· χρηστότητα δὲ ἐπιστήμην εὐποιητικήν· εὐκοινωνησίαν δὲ ἐπιστήμην ἰσότητος ἐν κοινωνίᾳ· εὐσυναλλαξίαν δὲ ἐπιστήμην τοῦ συναλλάττειν ἀμέμπτως τοῖς πλησίον.
Πασῶν δὲ τούτων τῶν ἀρετῶν τὸ τέλος εἶναι τὸ ἀκολούθως τῇ φύσει ζῆν· ἑκάστην δὲ τούτου διὰ τῶν ἰδίων παρέχεσθαι τυγχάνοντα τὸν ἄνθρωπον. Ἔχειν γὰρ ἀφορμὰς παρὰ τῆς φύσεως καὶ πρὸς τὴν τοῦ καθήκοντος εὕρεσιν καὶ πρὸς τὴν τῶν ὁρμῶν εὐστάθειαν καὶ πρὸς τὰς ὑπομονὰς καὶ πρὸς τὰς ἀπονεμήσεις. Καὶ ⟨κατὰ⟩ τὸ σύμφωνον καὶ τὸ ἑαυτῆς ἑκάστη τῶν ἀρετῶν πράττουσα παρέχεται τὸν ἄνθρωπον ἀκολούθως τῇ φύσει ζῶντα.
[265] [342] τῶν δὲ ἀρετῶν τὰς μὲν πρώτας, τὰς δὲ ταύταις ὑποτεταγμένας· πρώτας μὲν τάσδε· φρόνησιν, ἀνδρείαν, δικαιοσύνην, σωφροσύνην· ἐν εἴδει δὲ τούτων μεγαλοψυχίαν, ἐγκράτειαν, καρτερίαν, ἀγχίνοιαν, εὐβουλίαν. καὶ τὴν μὲν φρόνησιν εἶναι ἐπιστήμην κακῶν καὶ ἀγαθῶν καὶ οὐδετέρων, τὴν δὲ δικαιοσύνην ἐπιστήμην ὧν αἱρετέον καὶ εὐλαβητέον καὶ οὐδετέρων **** τὴν δὲ μεγαλοψυχίαν ἐπιστήμην ⟨ἢ⟩ ἕξιν ὑπεράνω ποιοῦσαν τῶν συμβαινόντων κοινῇ φαύλοις τε καὶ σπουδαίοις, τὴν δὲ ἐγκράτειαν διάθεσιν ἀνυπέρβατον τῶν κατ’ ὀρθὸν λόγον ἢ ἕξιν ἀήττητον ἡδονῶν, τὴν δὲ καρτερίαν ἐπιστήμην ἢ ἕξιν ὧν ἐμμενετέον καὶ μὴ καὶ οὐδετέρων, τὴν δὲ ἀγχίνοιαν ἕξιν εὑρετικὴν τοῦ καθήκοντος ἐκ τοῦ παραχρῆμα, τὴν δὲ εὐβουλίαν ἐπιστήμην τοῦ σκοπεῖσθαι ποῖα καὶ πῶς πράττοντες πράξομεν συμφερόντως.
ἀνὰ λόγον δὲ καὶ τῶν κακιῶν τὰς μὲν εἶναι πρώτας, τὰς δὲ ὑπὸ ταύτας· οἷον ἀφροσύνην μὲν καὶ δειλίαν καὶ ἀδικίαν καὶ ἀκολασίαν ἐν ταῖς πρώταις, ἀκρασίαν δὲ καὶ βραδύνοιαν καὶ κακοβουλίαν ἐν ταῖς ὑπὸ ταύτας. εἶναι δὲ ἀγνοίας τὰς κακίας ὧν αἱ ἀρεταὶ ἐπιστῆμαι.
[266] [343]
Φρόνησις μὲν οὖν ἐστιν ἐπιστήμη ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων. - -
Σωφροσύνη δὲ ἐπιστήμη αἱρετῶν καὶ οὐχ αἱρετῶν καὶ οὐδετέρων.
Δικαιοσύνη δὲ ἕξις ἀπονεμητικὴ τοῦ κατ’ ἀξίαν ἑκάστῳ.
Ἀνδρεία δὲ ἐπιστήμη δεινῶν καὶ οὐ δεινῶν καὶ οὐδετέρων.
[267] [344]
εὐβουλία μὲν οὖν ἐστιν ἐπιστήμη συμφερόντων.
ἀγχίνοια δὲ ἕξις ἐξ ὑπογύου τὸ καθῆκον εὑρίσκουσα. -
πρόνοια δὲ ἕξις ὁδοποιεῖσθαι δυναμένη εἰς τὸ μέλλον, ὡς ἂν πράττηται ὡς χρή. - -
βασιλικὴ δὲ ἐμπειρία τοῦ ἄρχειν πλήθους ἀνυπευθύνως.
στρατηγικὴ δὲ ἕξις θεωρητικὴ καὶ πρακτικὴ τῶν στρατοπέδῳ συμφερόντων. - -
πολιτικὴ δὲ ἕξις θεωρητικὴ ⟨καὶ πρακτικὴ⟩ τῶν πόλει συμφερόντων.
οἰκονομικὴ δὲ ἕξις θεωρητικὴ ⟨καὶ πρακτικὴ⟩ τῶν οἴκῳ συμφερόντων. - -
διαλεκτικὴ δὲ ἐπιστήμη τοῦ εὖ διαλέγεσθαι.
ῥητορικὴ δὲ ἐπιστήμη τοῦ εὖ λέγειν.
φυσικὴ δὲ ἐπιστήμη τῶν περὶ φύσιν.
[268] [345]κατὰ Χρύσιππον.
Φρόνησίς ἐστιν ἐπιστήμη τοῦ ποῖα δεῖ ποιεῖν, ποῖα δ’ οὔ.
Ἀφροσύνη δὲ ἡ ἄγνοια τῶν αὐτῶν καὶ ἄφρονες οἱ τούτων τι ἀγνοοῦντες καὶ περὶ ταῦτα διεψευσμένοι· ἔστι γὰρ ἀφροσύνη ἄγνοια τοῦ ποῖα δεῖ ποιεῖν, ποῖα δ’ οὔ.
Ὑποτέτακται δὲ τῇ φρονήσει εὐβουλία, εὐλογιστία, ἀγχίνοια, νουνέχεια, εὐστοχία, εὐμηχανία.
εὐλογιστία δέ ἐστιν ἐπιστήμη συγκεφαλαιωτικὴ τῶν γινομένων καὶ ἀποτελουμένων.
ἀγχίνοιά ἐστιν ἐπιστήμη εὑρετικὴ τοῦ καθήκοντος ἐκ τοῦπαραχρῆμα.
νουνέχειά ἐστιν ἐπιστήμη χειρόνων καὶ βελτιόνων.
εὐστοχία ἐστὶν ἐπιστήμη ἐπιτευκτικὴ τοῦ ἐν ἑκάστῳ σκοποῦ.
εὐμηχανία ἐστὶν ἐπιστήμη εὑρετικὴ διεξόδου πραγμάτων.
[269] [346] (Κατὰ Χρύσιππον).
Ὑποτέτακται δὲ τῇ ἀνδρείᾳ· καρτερία, θαρραλεότης, μεγαλοψυχία, εὐψυχία, φιλοπονία.
καρτερία ἐστὶν ἐπιστήμη ἔμμονος τοῖς ὀρθῶς κριθεῖσι.
θαῤῥαλεότης ἐστὶν ἐπιστήμη καθ’ ἣν οἴδαμεν ὅτι οὐ περιπέσομεν.
μεγαλοψυχία ἐστὶν ἐπιστήμη ⟨ὑπεράνω ποιοῦσα⟩ τῶν πεφυκότων ἐν σπουδαίοις τε γίνεσθαι καὶ φαύλοις.
εὐψυχία ἐστὶν ἐπιστήμη ψυχῆς παρεχομένη αὐτὴν ἀήττητον.
φιλοπονία ἐστὶν ἐπιστήμη ἐξεργαστικὴ μὲν τοῦ προκειμένου, οὐ καταναλισκομένη δὲ ὑπὸ πόνων.
[270] [347]
εὐψυχία μὲν οὖν ἐστιν εὐτονία ψυχῆς πρὸς τὸ ἐπιτελεῖν τὰ ἑαυτῆς ἔργα.
λῆμα δὲ ἕξις προχείρους παρεχομένη πρὸς τὸ ἐπιχειρεῖν τε οἷς χρὴ καὶ ὑπομένειν ἃ λόγος αἱρεῖ.
μεγαλοψυχία δὲ ἕξις ὑπεράνω ποιοῦσα τοῦ κοινῇ συμβαίνοντος φαύλοις τε καὶ σπουδαίοις.
ἀῤῥενότης δὲ ἕξις αὐτάρκεις παρεχομένη ἐν τοῖς κατ’ ἀρετὴν πόνοις.
καρτερία δὲ ἐπιστήμη ἐμμενετῶν ⟨καὶ οὐκ ἐμμενετῶν⟩ καὶ οὐδετέρων.
μεγαλοπρέπεια δὲ ἕξις ἐπαίρουσα τοὺς ἔχοντας αὐτὴν καὶ φρονήματος πληροῦσα.
[271] [348] Nomina autem ancillarum perseverantiae sunt impropendens, indeclinatum in unam partem, minime declivum in contrarium, impoenitens, immutabile, indifferens, constans, basi fixum, invincibile, rectum, et quaecunque horum fratres sunt, qui cupiunt stabilem perseverantiam.
[272] [349]
αὐστηρία μὲν οὖν ἐστιν ἕξις καθ’ ἣν οὔτε προσφέρουσιν ἄλλοις τὴν περὶ ἡδονῶν ὁμιλίαν οὔτε παρ’ ἄλλων προσδέχονται. - -
ἐγκράτεια δὲ ἕξις ἀήττητος ὑφ’ ἡδονῶν.
εὐτέλεια δὲ ἕξις ἀνυπέραρτος ἐν δαπάναις καὶ παρασκευαῖς.
λιτότης δὲ ἕξις ἀρκουμένη τοῖς παροῦσιν.
κοσμιότης δὲ ἐπιστήμη περὶ τὸ πρέπον ἐν κινήσει καὶ σχέσει.
εὐταξία δὲ ἐμπειρία καταχωρισμοῦ πράξεων ἢ περὶ τὰς πράξεις ἔχουσα τὸ βέβαιον ἢ τοὺς καταχωρισμοὺς τῶν πράξεων.
αὐτάρκεια δὲ ἕξις ἀρκουμένη οἷς δεῖ καὶ δι’ αὑτῆς ποριστικὴ τῶν πρὸς τὸ ζῆν καθηκόντων.
[273] [350]
ἐλευθεριότης μὲν οὖν ἐστιν ἕξις ἐν προέσει καὶ λήψει ὁμολογουμένως ἀναστρεφομένους παρεχομένη.
χρηστότης δὲ ἕξις ἑκουσίως εὐποιητική.
δικαστικὴ δὲ ἐπιστήμη κρίσεων καὶ κολάσεων καὶ ἀδικημάτων.
εὐγνωμοσύνη δὲ ἑκούσιος δικαιοσύνη.
εὐσέβεια δὲ ἐπιστήμη θεῶν θεραπείας.
εὐχαριστία δὲ ἐπιστήμη τοῦ τίσι καὶ πότε παρεκτέον χάριν καὶ πῶς καὶ παρὰ τίνων ληπτέον.
ὁσιότης δὲ ἐπιστήμη παρεχομένη πιστοὺς καὶ τηροῦντας τὰ πρὸς τὸ θεῖον δίκαια. - -
εὐσυναλλαξία δὲ ἕξις ἐν συναλλαγαῖς φυλάττουσα τὸ δίκαιον.
νομοθετικὴ δὲ ἐπιστήμη διαταγμάτων πολιτικῶν πρὸς κοινωνίαν ἀναφερομένων.
[274] [351] (Carneades Stoicis virtutum definitionibus utitur) ἐγκράτεια γάρ ἐστι διάθεσις ἀνυπέρβατος τῶν κατ’ ὀρθὸν λόγον γιγνομένων ἢ ἀρετὴ ὑπεράνω ποιοῦσα ἡμᾶς τῶν δοκούντων εἶναι δυσαποσχέτων. ἐγκρατεύεται γάρ, φασίν, οὐχ ὁ θανατιώσης γραὸς ἀπεχόμενος, ἀλλ’ ὁ Λαΐδος καὶ Φρύνης ἤ τινος τοιαύτης, δυνάμενος ἀπολαῦσαι, εἶτα ἀπεχόμενος. καρτερία δέ ἐστιν ἐπιστήμη ὑπομενετέων καὶ οὐχ ὑπομενετέων ἢ ἀρετὴ ὑπεράνω ποιοῦσα ἡμᾶς τῶν δοκούντων εἶναι δυσυπομενήτων.
[352] εἰ δὲ ἀνδρίαν ἔχει, ἐπιστήμην ἔχει δεινῶν καὶ οὐ δεινῶν καὶ τῶν μεταξύ.
[353] εἰ δὲ μεγαλοψυχίαν ἔχει, ἐπιστήμην ἔχει ποιοῦσαν ὑπεραίρειν τῶν συμβαινόντων.
[354] εἰ φρόνησιν ἔχει, ἔχει καὶ ἐπιστήμην ἀγαθῶν τε καὶ κακῶν καὶ ἀδιαφόρων.
[355] εἴπερ τε πανάρετόν ἐστι τὸ θεῖον καὶ τὴν φρόνησιν ἔχει, ἔχει καὶ τὴν εὐβουλίαν, παρόσον ἡ εὐβουλία φρόνησίς ἐστι πρὸς τὰ βουλευτά.
[356] ἔστι γὰρ ἡ σωφροσύνη ἕξις ἐν αἱρέσεσι καὶ φυγαῖς σώζουσα τὰ τῆς φρονήσεως κρίματα.
[275] [357] ἐπεὶ δ’ οὖν τὴν μὲν ἀνδρείαν ὁρίζονται ἐπιστήμην δεινῶν καὶ οὐ δεινῶν καὶ τῶν μεταξύ· τὴν δὲ σωφροσύνην ἕξιν εἶναι αἱρέσει καὶ φυγῇ σώζουσαν τὰ τῆς φρονήσεως κρίματα· παράκειται τῇ μὲν ἀνδρείᾳ ἥ τε ὑπομονή, ἣν καρτερίαν καλοῦσιν, ἐπιστήμην ἐμμενετέων καὶ οὐκ ἐμμενετέων· ἥ τε μεγαλοψυχία ἐπιστήμη τῶν συμβαινόντων ὑπεραίρουσα· ἀλλὰ καὶ τῇ σωφροσύνῃ ἡ εὐλάβεια ἔκκλισις οὖσα σὺν λόγῳ.
paulo post dicit: ὅτι ὁ μίαν ἔχων ἀρετὴν - πάσας ἔχει διὰ τὴν ἀντακολουθίαν. Αὐτίκα ἡ ἐγκράτεια διάθεσίς ἐστιν ἀνυπέρβατος τῶν κατὰ τὸν ὀρθὸν λόγον φανέντων· ἐγκρατεύεται δὲ ὁ κατέχων τὰς παρὰ τὸν ὀρθὸν λόγον ὁρμάς· ἤ ὁ κατέχων αὑτὸν ὥστε μὴ ὁρμᾶν παρὰ τὸν ὀρθὸν λόγον.
[276] [358] ἱκανότης δὲ ἕξις ἐστὶν ἐξικνουμένη πρὸς τὸ οἰκεῖον πέρας ἀνελλιπῶς καὶ ἀπερίττως.
ἡ αὐτάρκεια - - ἕξις ἐστὶν ἀρκουμένη οἷς δεῖ καὶ δι’ αὑτῆς ποριστικὴ τῶν πρὸς τὸν μακάριον συντελούντων βίον.
[359] ἡ μὲν καθαριότης ἕξις ἐστὶν παρασκευαστικὴ διαίτης καθαρᾶς καὶ ἀμιγοῦς αἰσχροῖς· ἡ δὲ ἀφέλεια ἕξις ἀφαιρετικὴ τῶν περιττῶν.
[360] εὐκολία δέ ἐστιν ἕξις ἀπέριττος, προσδεκτικὴ πρὸς τὸ ἀνελλιπὲς ἐξαρκούντων εἰς τὸν κατὰ λόγον τὸν ὑγιῆ καὶ μακάριον βίον.
[361] εὐταξία ἐστί - - δύναμις τεταγμένη βεβαία τῶν ἑξῆς ἀλλήλοις κειμένων ἐν ἔργῳ καλῶς ἀποδοτική, κατ’ ἀρετὴν ἀνυπέρβλητος.
[277] [362] Quatuor virtutum unaquaeque elementum sortita est ex his tribus, ex habitudine, habendo et habere. Sicut et in sensibus est, e. g. visus, visibile, et videre; itidem auditus, audibile, et audire. Sic ergo est scientia, scibile, scire, sicut et continentia, continendum, continere; iterumque fortitudo, fortificandum et habere fortitudinem, quod magis communiter dicitur fortificari; similiter iustitia, iustum et habere iustitiam, quod appellatur iustificari.
[278] [363] Ταύτας μὲν οὖν τὰς ῥηθείσας ἀρετὰς τελείας εἶναι λέγουσι περὶ τὸν βίον καὶ συνεστηκέναι ἐκ θεωρημάτων· ἄλλας δὲ ἐπιγίνεσθαι ταύταις, οὐκ ἔτι τέχνας οὔσας, ἀλλὰ δυνάμεις τινάς, ἐκ τῆς ἀσκήσεως περιγιγνομένας, οἷον τὴν ὑγίειαν τῆς ψυχῆς καὶ τὴν ἀρτιότητα καὶ τὴν ἰσχὺν αὐτῆς καὶ τὸ κάλλος. Ὥσπερ γὰρ τὴν τοῦ σώματος ὑγίειαν εὐκρασίαν εἶναι τῶν ἐν τῶ σώματι θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν, οὕτω καὶ τὴν τῆς ψυχῆς ὑγίειαν εὐκρασίαν εἶναι τῶν ἐν τῇ ψυχῇ δογμάτων. Καὶ ὁμοίως ὥσπερ ἰσχὺς τοῦ σώματος τόνος ἐστὶν ἱκανὸς ἐν νεύροις, οὕτω καὶ ἡ τῆς ψυχῆς ἰσχὺς τόνος ἐστὶν ἱκανὸς ἐν τῷ κρίνειν καὶ πράττειν ἢ μή· ὥσπερ τε τὸ κάλλος τοῦ σώματός ἐστι συμμετρία τῶν μελῶν καθεστώτων αὐτῷ πρὸς ἄλληλά τε καὶ πρὸς τὸ ὅλον, οὕτω καὶ τὸ τῆς ψυχῆς κάλλος ἐστὶ συμμετρία τοῦ λόγου καὶ τῶν μερῶν αὐτοῦ πρὸς ⟨τὸ⟩ ὅλον τε αὐτῆς καὶ πρὸς ἄλληλα. [364]
[279] [365] Atque ut in malis attingit animi naturam corporis similitudo, sic in bonis. Sunt enim in corpore praecipua valetudo, pulchritudo, vires, firmitas, velocitas: sunt item in animo. ⟨Ut⟩ enim corporis temperatio, cum ea congruunt inter se, e quibus constamus, sanitas: sic animi dicitur, cum eius iudicia opinionesque concordant. - - [366] Et, ut corporis est quaedam apta figura membrorum cum coloris quadam suavitate, eaque dicitur pulchritudo: sic in animo opinionum iudiciorumque aequabilitas et constantia, cum firmitate quadam et stabilitate - pulchritudo vocatur. Itemque viribus corporis et nervis et efficacitati similes similibus quoque verbis animi vires nominantur. Velocitas autem corporis celeritas appellatur, quae eadem ingenii etiam laus habetur propter animi multarum rerum brevi tempore percursionem.
[280] [367] πάσας δὲ τὰς ἀρετὰς ὅσαι ἐπιστῆμαί εἰσι καὶ τέχναι κοινά τε θεωρήματα ἔχειν καὶ τέλος, ὡς εἴρηται, τὸ αὐτό· διὸ καὶ ἀχωρίστους εἶναι· τὸν γὰρ μίαν ἔχοντα πάσας ἔχειν, καὶ τὸν κατὰ μίαν πράττοντα κατὰ πάσας πράττειν. διαφέρειν δ’ ἀλλήλων τοῖς κεφαλαίοις. φρονήσεως μὲν γὰρ εἶναι κεφάλαια τὸ μὲν θεωρεῖν καὶ πράττειν, ὃ ποιητέον, προηγουμένως, κατὰ δὲ τὸν δεύτερον λόγον τὸ θεωρεῖν καὶ ἃ δεῖ ἀπονέμειν ⟨καὶ ἃ δεῖ αἱρεῖσθαι καὶ ἃ δεῖ ὑπομένειν⟩, χάριν τοῦ ἀδιαπτώτως πράττειν ὃ ποιητέον. τῆς δὲ σωφροσύνης ἴδιον κεφάλαιόν ἐστι τὸ παρέχεσθαι τὰς ὁρμὰς εὐσταθεῖς καὶ θεωρεῖν αὐτὰς προηγουμένως, κατὰ δὲ τὸν δεύτερον λόγον τὰ ὑπὸ τὰς ἄλλας ἀρετάς, ἕνεκα τοῦ ἀδιαπτώτως ἐν ταῖς ὁρμαῖς ἀναστρέφεσθαι· καὶ ὁμοίως τὴν ἀνδρείαν προηγουμένως μὲν πᾶν ὃ δεῖ ὑπομένειν, κατὰ δὲ τὸν δεύτερον λόγον τὰ ὑπὸ τὰς ἄλλας· καὶ τὴν δικαιοσύνην προηγουμένως μὲν τὸ κατ’ ἀξίαν ἑκάστῳ σκοπεῖν, κατὰ δὲ τὸν δεύτερον λόγον καὶ τὰ λοιπά. πάσας γὰρ τὰς ἀρετὰς τὰ πασῶν βλέπειν καὶ τὰ ὑποτεταγμένα ἀλλήλαις. ὅμοιον γὰρ ἔλεγεν εἶναι ὁ Παναίτιος τὸ συμβαῖνον ἀπὸ τῶν ἀρετῶν, ὡς εἰ πολλοῖς τοξόταις εἷς σκοπὸς εἴη κείμενος, ἔχοι δ’ οὗτος ἐν αὑτῷ γραμμὰς διαφόρους τοῖς χρώμασιν· εἶθ’ ἕκαστος μὲν στοχάζοιτο τοῦ τυχεῖν τοῦ σκοποῦ, ἤδη δ’ ὁ μὲν διὰ τοῦ πατάξαι εἰς τὴν λευκὴν εἰ τύχοι γραμμήν, ὁ δὲ διὰ τοῦ εἰς τὴν μέλαιναν, ἄλλος ⟨δὲ⟩ διὰ τοῦ εἰς ἄλλο τι χρῶμα γραμμῆς. Καθάπερ γὰρ τούτους ὡς μὲν ἀνωτάτω τέλος ποιεῖσθαι τὸ τυχεῖν τοῦ σκοποῦ, ἤδη δ’ ἄλλον κατ’ ἄλλον τρόπον προτίθεσθαι τὴν τεῦξιν, τὸν αὐτὸν τρόπον καὶ τὰς ἀρετὰς πάσας ποιεῖσθαι μὲν τέλος τὸ εὐδαιμονεῖν, ὅ ἐστι κείμενον ἐν τῷ ζῆν ὁμολογουμένως τῇ φύσει, τούτου δ’ ἄλλην κατ’ ἄλλον τυγχάνειν.
[281] [368] Ad easque virtutes, de quibus disputatum est, dialecticam etiam adiungunt et physicam easque ambas virtutum nomine appellant, alteram, quod habeat rationem, ne cui falso assentiamur neve umquam captiosa probabilitate fallamur, eaque quae de bonis et malis didicerimus, ut tenere tuerique possimus. Nam sine hac arte quemvis arbitrantur a vero abduci fallique posse. Recte igitur, si omnibus in rebus temeritas ignoratioque vitiosa est, ars ea, quae tollit haec, virtus nominata est.
[282] [369] Physicae quoque non sine causa tributus idem est honos (scil. ut virtus appellaretur) propterea quod, qui convenienter naturae victurus est, ei proficiscendum est ab omni mundo atque ab eius procuratione. Nec vero potest quisquam de bonis et malis vere iudicare nisi omni cognita ratione naturae et vitae etiam deorum, et utrum conveniat necne natura hominis cum universa. Quaeque sunt vetera praecepta sapientium, qui iubent “tempori parere” et “sequi deum” et “se noscere” et “nihil nimis” haec sine physicis quam vim habeant (et habent maximam), videre nemo potest. Atque etiam ad iustitiam colendam, ad tuendas amicitias et reliquas caritates quid natura valeat, haec una cognitio potest tradere. Nec vero pietas adversus deos nec quanta iis gratia debeatur, sine explicatione naturae intellegi potest.
[283] [370] ἀνθρώπου δὲ ἡ φρόνησις ἀρετή, ἥ ἐστιν, ὥς φασιν, ἐπιστήμη ποιητέων τε καὶ οὐ ποιητέων.
[284] [371] τὴν μὲν γὰρ εὐδαιμονίαν περιγίνεσθαι διὰ τῆς φρονήσεως, τὴν δὲ φρόνησιν κινεῖσθαι ἐν τοῖς κατορθώμασιν, τὸ δὲ κατόρθωμα εἶναι ὅπερ πραχθὲν εὔλογον ἔχει τὴν ἀπολογίαν.
[285] [372] Fortitudo est igitur affectio animi, legi summae in perpetiendis rebus obtemperans; vel conservatio stabilis iudicii in eis rebus, quae formidolosae videntur, subeundis et repellendis; vel scientia rerum formidolosarum contrariarumque aut omnino neglegendarum, conservans earum rerum stabile iudicium; vel brevius, ut Chrysippus: - nam superiores definitiones erant Sphaeri, hominis in primis bene definientis, ut putant Stoici: sunt enim omnino omnes fere similes, sed declarant communes notiones alia magis alia - quo modo igitur Chrysippus? Fortitudo est, inquit, scientia rerum perferendarum vel affectio animi, in patiendo ac perferendo summae legi parens sine timore.
[286] [373] τὴν ἀνδρείαν ἀρετὴν περὶ τὰ δεινὰ πραγματευομένην ἴσασιν οἱ μὴ παντελῶς ἄμουσοι καὶ ἀχόρευτοι, κἂν ἐπὶ βραχὺ παιδείας προσάψωνται τῶν ὑπομενετέων οὖσαν ἐπιστήμην.
[287] [374] Θάρσος δέ ἐστι κατὰ μὲν Στωϊκοὺς φιλοσόφους τὸ ἀσφαλῶς πεποιθέναι αὑτῷ ὅτι οὐδενὶ ἂν δεινῷ περιπέσοι, κατὰ δὲ τοὺς ἐκ τοῦ Περιπάτου τὸ εὔελπιν εἶναι τοῦ μηδενὶ ἂν δεινῷ περιπεσεῖν etc.
[288] [375] Χρυσ. (ἐν τοῖς πρὸς Πλάτωνα περὶ δικαιοσύνης). Τοῦ δὲ Πλάτωνος εἰπόντος τὴν ἀδικίαν, ὡς διαφθορὰ ψυχῆς οὖσα καὶ στάσις, οὐδ’ ἐν αὐτοῖς τοῖς ἔχουσιν ἀποβάλλει τὴν δύναμιν, ἀλλ’ αὐτὸν ἑαυτῷ συμβάλλει καὶ ⟨συγ⟩κρούει καὶ ταράττει τὸν πονηρόν· ἐγκαλῶν Χρύσιππος, “ἀτόπως, φησί, λέγεσθαι τὸ ἀδικεῖν ἑαυτόν· εἶναι γὰρ πρὸς ἕτερον οὐ πρὸς ἑαυτὸν τὴν ἀδικίαν.”
[376] ἐν μὲν τοῖς πρὸς Πλάτωνα ταῦτ’ εἴρηκε περὶ τοῦ τὴν ἀδικίαν λέγεσθαι μὴ πρὸς ἑαυτὸν ἀλλὰ πρὸς ἕτερον· “οἱ γὰρ κατ’ ἰδίαν ἄδικοι ⟨οὐ⟩ συνεστήκασιν ἐκ πλειόνων τοιούτων τἀναντία λεγόντων, καὶ ἄλλως τῆς ἀδικίας λαμβανομένης ὡς ἂν ἐν πλείοσι πρὸς ἑαυτοὺς οὕτως ἔχουσιν, εἰς δὲ τὸν ἕνα μηδενὸς διατείνοντος τοιούτου· καθ’ ὅσον δὲ πρὸς τοὺς πλησίον ἔχει οὕτως.”
[289] [377] ἐπιλαθόμενος γὰρ τούτων αὖθις ἐν ταῖς περὶ Δικαιοσύνης ἀποδείξεσιν “ἀδικεῖσθαί φησιν ὑφ’ ἑαυτοῦ τὸν ἀδικοῦντα καὶ αὑτὸν ἀδικεῖν, ὅταν ἄλλον ἀδικῇ, γενόμενον ἑαυτῷ τοῦ παρανομεῖν αἴτιον, καὶ βλάπτοντα παρ’ ἀξίαν ἑαυτόν.”
[378] Ἐν δὲ ταῖς Ἀποδείξεσι τοιούτους ἠρώτηκε λόγους περὶ τοῦ τὸν ἄδικον καὶ ἑαυτὸν ἀδικεῖν· “Παραίτιον γενέσθαι παρανομήματος ἀπαγορεύει ὁ νόμος, καὶ τὸ ἀδικεῖν ἐστι παρανόμημα· ὁ τοίνυν παραίτιος γενόμενος αὑτῷ τοῦ ἀδικεῖν, παρανομεῖ εἰς ἑαυτόν· ὁ δὲ παρανομῶν εἰς ἕνα καὶ ἀδικεῖ ἐκεῖνον· ὁ ἄρα καὶ ὁντινοῦν ἀδικῶν καὶ ἑαυτὸν ἀδικεῖ.” Πάλιν “τὸ ἁμάρτημα τῶν βλαμμάτων ἐστί, καὶ πᾶς ἁμαρτάνων παρ’ ἑαυτὸν ἁμαρτάνει· πᾶς ἄρα ὁ ἁμαρτάνων βλάπτει ἑαυτὸν παρὰ τὴν ἀξίαν, εἰ δὲ τοῦτο καὶ ἀδικεῖ ἑαυτόν.” Ἔτι καὶ οὕτως· “Ὁ βλαπτόμενος ὑφ’ ἑτέρου ἑαυτὸν βλάπτει, καὶ παρὰ τὴν ἀξίαν ἑαυτὸν βλάπτει· τοῦτο δ’ ἦν τὸ ἀδικεῖν· ὁ ἄρα ἀδικούμενος καὶ ὑφ’ ὁτουοῦν πᾶς ἑαυτὸν ἀδικεῖ.”
[290] [379] Clementia est temperantia animi in potestate ulciscendi vel lenitas superioris adversus inferiorem in constituendis poenis. Plura proponere tutius est, ne una finitio parum rem comprehendat et, ut ita dicam, formula excidat: itaque dici potest et inclinatio animi ad lenitatem in poena exigenda. Illa finitio contradictiones inveniet, quamvis maxime ad verum accedat: si dixerimus clementiam esse moderationem aliquid ex merita ac debita poena remittentem; reclamabitur nullam virtutem cuiquam minus debito facere.
[291] [380] Denique et hanc (scilicet τὴν χρηστότητα) Stoici ita definiunt: benignitas est virtus sponte ad bene faciendum exposita. Non multum bonitas a benignitate diversa est - - hanc quoque sectatores Zenonis ita definiunt: bonitas est virtus quae prodest: sive virtus ex qua oritur utilitas: aut virtus propter semet ipsam: aut affectus qui fons sit utilitatum.
[292] [381] ἀγάπη δὲ ὁμόνοια ἂν εἴη τῶν κατὰ τὸν λόγον καὶ τὸν βίον καὶ τὸν τρόπον· ἢ συνελόντι φάναι κοινωνία βίου· ἢ ἐκτένεια φιλίας καὶ φιλοστοργίας μετὰ λόγου ὀρθοῦ περὶ χρῆσιν ἑταίρων.
paullo post: παράκειται δὲ τῇ ἀγάπῃ ἥ τε φιλοξενία, φιλοτεχνία τις οὖσα περὶ χρῆσιν ξένων.
[382] ἥ τε φιλανθρωπία - - φιλικὴ χρῆσις ἀνθρώπων ὑπάρχουσα.
ἥ τε φιλοστοργία φιλοτεχνία τις οὖσα περὶ στέρξιν φίλων ἢ οἰκείων.
στέρξις δ’ αὖ τήρησίς ἐστιν εὐνοίας ἢ ἀγαπήσεως·
ἀγάπησις δὲ ἀπόδεξις παντελής - -
δι’ ὁμόνοιαν, ἐπιστήμην οὖσαν κοινῶν ἀγαθῶν.
[293] [383]
ἡ ἀρετὴ - διάθεσίς ἐστι ψυχῆς σύμφωνος ὑπὸ τοῦ λόγου περὶ ὅλον τὸν βίον.
τὴν φιλοσοφίαν ἐπιτήδευσιν λόγου ὀρθότητος ἀποδιδόασιν. p. 160. καὶ ἔστιν ἡ μὲν πρᾶξις ⟨ἡ σπουδαία⟩ ψυχῆς ἐνέργεια λογικῆς κατὰ κρίσιν ἀστείαν [καὶ ὄρεξιν ἀληθείας], διὰ τοῦ συμφυοῦς καὶ συναγωνιστοῦ σώματος ἐκτελουμένη.
καθῆκον δὲ ἀκόλουθον ἐν τῷ βίῳ.
καὶ γὰρ ὁ βίος ⟨ὁ σπουδαῖος⟩ σύστημά τί ἐστι λογικῶν πράξεων, τουτέστι τῶν ὑπὸ τοῦ λόγου διδασκομένων ἀδιάπτωτος ἐνέργεια.
[294] [384] φιλομουσίαν δὲ καὶ φιλογραμματίαν καὶ φιλιππίαν καὶ φιλοκυνηγίαν καὶ καθόλου ⟨τὰς⟩ ἐγκυκλίους λεγομένας τέχνας ἐπιτηδεύματα μὲν καλοῦσιν, ἐπιστήμας δ’ οὔ· ἐν ⟨δὲ⟩ ταῖς σπουδαίαις ἕξεσι ταῦτα καταλείπουσι, καὶ ἀκολούθως μόνον τὸν σοφὸν φιλόμουσον εἶναι λέγουσι καὶ φιλογράμματον, καὶ ἐπὶ τῶν ἄλλων κατὰ τὸ ἀνάλογον. τό τε ἐπιτήδευμα τοῦτον ὑπογράφουσι τὸν τρόπον· ὁδὸν διὰ τέχνης ἢ μέρους ἄγουσαν ἐπὶ ⟨τὰ⟩ κατ’ ἀρετήν.