§ 8. Mutua virtutum coniunctio
[295] [385] τὰς δὲ ἀρετὰς λέγουσιν ἀντακολουθεῖν ἀλλήλαις, καὶ τὸν μίαν ἔχοντα πάσας ἔχειν. εἶναι γὰρ αὐτῶν τὰ θεωρήματα κοινά, καθάπερ Χρύσιππος ἐν τῷ πρώτῳ περὶ Ἀρετῶν φησίν, Ἀπολλόδωρος δὲ ἐν τῇ φυσικῇ κατὰ τὴν ἀρχαίαν, Ἑκάτων δὲ ἐν τῷ τρίτῳ περὶ ἀρετῶν. τὸν γὰρ ἐνάρετον θεωρητικόν τε εἶναι καὶ πρακτικὸν τῶν ποιητέων· τὰ δὲ ποιητέα καὶ αἱρετέα ἐστί, καὶ ὑπομενετέα καὶ ἀπονεμητέα καὶ ἐμμενητέα. ὥστε εἰ τὰ μὲν αἱρετικῶς ποιεῖ, τὰ δὲ ὑπομενετικῶς, τὰ δὲ ἀπονεμητικῶς, τὰ δὲ ἐμμενητικῶς, φρόνιμός τέ ἐστι καὶ ἀνδρεῖος καὶ δίκαιος καὶ σώφρων. κεφαλαιοῦσθαί τε ἑκάστην τῶν ἀρετῶν περί τι ἴδιον κεφάλαιον· οἷον τὴν ἀνδρείαν περὶ τὰ ὑπομενετέα, τὴν φρόνησιν περὶ τὰ ποιητέα καὶ μὴ καὶ οὐδέτερα· ὁμοίως τε καὶ τὰς ἄλλας περὶ τὰ οἰκεῖα τρέπεσθαι. ἕπονται δὲ τῇ μὲν φρονήσει εὐβουλία καὶ σύνεσις· τῇ δὲ σωφροσύνῃ εὐταξία καὶ κοσμιότης· τῇ δὲ δικαιοσύνῃ ἰσότης καὶ εὐγνωμοσύνη· τῇ δὲ ἀνδρείᾳ ἀπαραλλαξία καὶ εὐτονία. [386].
[296] [387] οὕτω δὲ καὶ τὰς ἄλλας ἀρετὰς ἀναγκαῖον ἔχειν αὐτόν (scil. medicum sapientem). σύμπασαι γὰρ ἀλλήλαις ἕπονται, καὶ οὐχ οἷόν τε μίαν ἡντιναοῦν λαβόντι μὴ οὐχὶ καὶ τὰς ἄλλας ἁπάσας εὐθὺς ἀκολουθούσας ἔχειν, ὥσπερ ἐκ μιᾶς μηρίνθου δεδεμένας.
[297] [388] Καὶ μὴν ἐν ταῖς περὶ Δικαιοσύνης ἀποδείξεσι λέγει ῥητῶς ὅτι “πᾶν κατόρθωμα καὶ εὐνόμημα καὶ δικαιοπράγημά ἐστι· τὸ δέ γε κατ’ ἐγκράτειαν ἢ καρτερίαν ἢ φρόνησιν ἢ ἀνδρείαν πραττόμενον κατόρθωμά ἐστιν· ὥστε καὶ δικαιοπράγημα.”
[298] [389] Denique, ut concludam disputationem, non posse eundem iustum esse ac stultum, eundem sapientem et iniustum, docet ipsa ratio. Qui enim stultus est, quid sit iustum ac bonum nescit et ideo semper peccat. Ducitur enim quasi captivus a vitiis, nec resistere ullo modo potest, quia caret virtute, quam nescit. Ιustus autem ab omni peccato se abstinet; quod aliter facere non potest, quam si habeat recti pravique notitiam. Rectum autem discernere a pravo quis potest nisi sapiens? Ita, fit ut nunquam possit esse iustus, qui stultus est, neque sapiens qui fuerit iniustus.
[390] Stultitia igitur est in factis dictisque per ignorantiam recti ac boni erratio.
[299] [391] “Τὰς ἀρετάς φησιν ἀντακολουθεῖν ἀλλήλαις, οὐ μόνον τῷ τὸν μίαν ἔχοντα πάσας ἔχειν, ἀλλὰ καὶ τῷ τὸν κατὰ μίαν ὁτιοῦν ἐνεργοῦντα κατὰ πάσας ἐνεργεῖν· οὔτε γὰρ ἄνδρα φησὶ τέλειον εἶναι τὸν μὴ πάσας ἔχοντα τὰς ἀρετάς, οὔτε πρᾶξιν τελείαν, ἥτις οὐ κατὰ πάσας πράττεται τὰς ἀρετάς.”
[300] [392] Quattuor virtutes describunt Stoici, ita sibi invicem nexas et mutuo cohaerentes, ut qui unam non habuerit omnibus careat: prudentiam, iustitiam, fortitudinem, temperantiam.
[301] [393] Χρὴ μέντοι μηδὲ τοῦτ’ ἀγνοεῖν ὅτι ἡ σοφία, τέχνη τεχνῶν οὖσα, δοκεῖ μὲν ταῖς διαφόροις ὕλαις ἐναλλάττεσθαι, τὸ δ’ αὑτῆς ἀληθὲς εἶδος ἄτρεπτον ἐμφαίνει τοῖς ὀξυδορκοῦσι καὶ μὴ τῷ περικεχυμένῳ τῆς οὐσίας ὄγκῳ μεθελκομένοις, ἀλλὰ τὸν ἐνεσφραγισμένον ὑπὸ τῆς τέχνης αὐτῆς χαρακτῆρα διορῶσι. Τὸν ἀνδριαντοποιὸν Φειδίαν ἐκεῖνον, καὶ χαλκὸν λαβόντα φασὶ καὶ ἐλέφαντα καὶ χρυσὸν καὶ ἄλλας διαφόρους ὕλας, ἀνδριάντας ἀπεργάσασθαι καὶ ἐν ἅπασι τούτοις μίαν καὶ τὴν αὐτὴν ἐνσημήνασθαι τέχνην, ὡς μὴ μόνον ἐπιστήμονας ἀλλὰ καὶ λίαν ἰδιώτας τὸν δημιουργὸν ἀπὸ τῶν δημιουργηθέντων γνωρίσαι. - Καθάπερ γὰρ ἐπὶ τῶν διδύμων ἡ φύσις χρησαμένη τῷ αὐτῷ πολλάκις χαρακτῆρι, παρὰ μικρὸν ἀπαραλλάκτους ὁμοιότητας ἐτύπωσε· τὸν αὐτὸν τρόπον καὶ ἡ τελεία τέχνη, μίμημα καὶ ἀπεικόνισμα φύσεως οὖσα, ὅταν διαφόρους ὕλας παραλάβῃ, σχηματίζει καὶ ἐνσφραγίζεται τὴν αὐτὴν ἁπάσαις ἰδέαν, ὡς ταύτῃ μάλιστα συγγενῆ καὶ ἀδελφὰ καὶ δίδυμα τὰ δημιουργηθέντα γενέσθαι. - Ταὐτὸν οὖν καὶ ἡ ἐν τῷ σοφῷ δύναμις ἐπιδείξεται· πραγματευομένη γὰρ τὰ περὶ τοῦ Ὄντος, εὐσέβεια καὶ ὁσιότης ὀνομάζεται, τὰ δὲ περὶ οὐρανοῦ καὶ τῶν κατ’ αὐτόν, φυσιολογία· μετεωρολογικὴ δὲ τὰ περὶ τὸν ἀέρα καὶ ὅσα κατὰ τὰς τροπὰς αὐτοῦ καὶ μεταβολὰς ἔν τε ταῖς ὁλοσχερέσιν ἐτησίοις ὥραις καὶ ταῖς ἐν μέρει κατά τε μηνῶν καὶ ἡμερῶν περιόδους πέφυκε συνίστασθαι· ἠθικὴ δὲ τὰ πρὸς ἀνθρωπίνων ἐπανόρθωσιν ἠθῶν, ἧς ἰδέαι πολιτική τε ἡ περὶ πόλιν, καὶ ἡ περὶ οἰκίας ἐπιμέλειαν οἰκονομική, συμποτική τε ἡ περὶ τὰ συμπόσια καὶ τὰς εὐωχίας. Ἔτι δ’ αὖ ἡ μὲν περὶ ἀνθρώπων ἐπιστασίαν βασιλική, ἡ δὲ περὶ προστάξεις καὶ ἀπαγορεύσεις νομοθετική. Πάντα γὰρ ταῦτα ὁ πολύφημος ὡς ἀληθῶς καὶ πολυώνυμος σοφὸς κεχώρηκεν (iterum singulae artes enumerantur) καὶ ἐν ἁπάσαις ἕν εἶδος καὶ ταὐτὸν ἔχων ὀφθήσεται.
[302] [394] ὅτι εἰ καὶ ἀντακολουθοῦσιν ἀλλήλαις αἱ ἀρεταί, ἀλλὰ τῇ ἰδιότητι διαφέρουσιν. οὐ γάρ εἰσι μία, ἀλλὰ πᾶσαι ἐν μὲν τῇ ἀνδρείᾳ εἰσὶν ἀνδρείως, ἐν ἄλλῳ δὲ σωφρονικῶς· ὡς καὶ πάντες οἱ θεοὶ ἐν μὲν τῷ Διΐ εἰσι διΐως, ἐν ἄλλῳ δὲ ἡραίως· οὐδεὶς γὰρ θεὸς ἀτελής. Καὶ ὡς Ἀναξαγόρας ἔλεγε πάντα ἐν πᾶσιν, ἓν δὲ πλεονάζειν, οὕτω καὶ ἐπὶ τῶν θείων ἐροῦμεν. Πᾶσα γὰρ ἀρετὴ φρονησίς ἐστιν, ὡς τὰ πρακτ⟨έ⟩α εἰδυῖα· πᾶσα ἀνδρεία, ὡς ἀγωνιζομένη· πᾶσα σωφροσύνη, ὡς ἐπὶ τὸ κρεῖττον ἐπανάγουσα· πᾶσα δικαιοσύνη. ᾗ τὰ προσήκοντα τοῖς πρακτοῖς ἀπονέμουσα.
[303] [395] ὃ καὶ ἐπὶ τῶν ἀρετῶν εἴωθε λέγεσθαι ὅτι ὁ μίαν ἔχων καὶ πάσας ἔχει.
[304] [396] διαιρετέον οὖν αὐτὸν (scil. τὸν λόγον) εἰς κεφάλαια προηγούμενα, τὰ λεγόμενα ἐμπίπτοντα, καὶ ἐφαρμοστέον ἑκάστῳ τὰς οἰκείους κατασκευάς, μιμουμένους τοὺς ἀγαθοὺς τῶν τοξοτῶν, οἳ σκοπόν τινα προθέμενοι τὰ βέλη πάντα ἐπ’ αὐτὸν ἀφιέναι πειρῶνται. Σκοπῷ μὲν γὰρ τὸ κεφάλαιον, βέλεσι δὲ ἔοικεν ἡ κατασκευή. οὕτως τὸ πάντων ἄριστον ἐσθημάτων ὁ λόγος ἁρμονίως συνυφαίνεται.
[397] τὸ γὰρ ὅλον καὶ ἕν ἐστιν ἡ ἀρετὴ ἣ κατὰ εἴδη τὰ προσεχῆ τέμνεται, φρόνησιν καὶ σωφροσύνην, δικαιοσύνην καὶ ἀνδρείαν, ἵνα τὰς καθ’ ἕκαστον εἰδότες διαφορὰς ἑκούσιον ὑπομένωμεν λατρείαν καὶ καθ’ ὅλον καὶ κατὰ μέρη.