Pular para o conteúdo

Fragmenta moralia

Crisipo · § 6. Plures esse virtutes qualitate differentes

§ 6. Plures esse virtutes qualitate differentes

[255] [328] ἔοικε δὲ καὶ Ζήνων εἰς τοῦτό πως ὑποφέρεσθαι ὁ Κιτιεὺς (praecedentibus Aristonis de virtutibus sententia enarratur) ὁριζόμενος τὴν φρόνησιν ἐν μὲν ἀπονεμητέοις δικαιοσύνην, ἐν δ’ αἱρετέοις σωφροσύνην, ἐν δὲ ὑπομενετέοις ἀνδρείαν· ἀπολογούμενοι δὲ ἀξιοῦσιν ἐν τούτοις τὴν ἐπιστήμην φρόνησιν ὑπὸ τοῦ Ζήνωνος ὠνομάσθαι. Χρύσιππος δὲ κατὰ τὸ ποιὸν ἀρετὴν ἰδίᾳ ποιότητι συνίστασθαι νομίζων ἔλαθεν ἑαυτὸν κατὰ τὸν Πλάτωνα “σμῆνος ἀρετῶν” οὐ σύνηθες οὐδὲ γνώριμον ἐγείρας· ὡς γὰρ παρὰ τὸν ἀνδρεῖον ἀνδρείαν καὶ παρὰ τὸν πρᾷον πρᾳότητα καὶ δικαιοσύνην παρὰ τὸν δίκαιον, οὕτως παρὰ τὸν χαρίεντα χαριεντότητα καὶ παρὰ τὸν ἐσθλὸν ἐσθλότητα, καὶ παρὰ τὸν μέγαν μεγαλότητα, καὶ παρὰ τὸν καλὸν καλότητα, ἑτέρας τε τοιαύτας ἐπιδεξιότητας, εὐαπαντησίας, εὐτραπελίας ἀρετὰς τιθέμενος, πολλῶν καὶ ἀτόπων ὀνομάτων οὐδὲν δεομένην ἐμπέπληκε φιλοσοφίαν.

[256] [329] quem contra Aristonem conscripsit περὶ τοῦ ποιὰς εἶναι τὰς ἀρετάς, disputans: νομίσας γοῦν ὁ Ἀρίστων μίαν εἶναι τῆς ψυχῆς δύναμιν, ᾗ λογιζόμεθα, καὶ τὴν ἀρετὴν τῆς ψυχῆς ἔθετο μίαν, ἐπιστήμην ἀγαθῶν καὶ κακῶν. ὅταν μὲν οὖν αἱρεῖσθαί τε δέῃ τἀγαθὰ καὶ φεύγειν τὰ κακά, τὴν ἐπιστήμην τήνδε καλεῖ σωφροσύνην· ὅταν δὲ πράττειν μὲν τἀγαθά, μὴ πράττειν δὲ τὰ κακά, φρόνησιν· ἀνδρείαν δὲ ὅταν τὰ μὲν θαρρῇ, τὰ δὲ φεύγῃ· ὅταν δὲ τὸ κατὰ ἀξίαν ἑκάστῳ νέμῃ, δικαιοσύνην· ἑνὶ δὲ λόγῳ γινώσκουσα μὲν ἡ ψυχὴ χωρὶς τοῦ πράττειν τἀγαθά τε καὶ κακὰ σοφία τέ ἐστι καὶ ἐπιστήμη, πρὸς δὲ τὰς πράξεις ἀφικνουμένη τὰς κατὰ τὸν βίον, ὀνόματα πλείω λαμβάνει τὰ προειρημένα, φρόνησίς τε καὶ σωφροσύνη καὶ δικαιοσύνη καὶ ἀνδρεία καλουμένη. τοιαύτη μέν τις ἡ Ἀρίστωνος δόξα περὶ τῶν τῆς ψυχῆς ἀρετῶν. ὅ γε μὴν Χρύσιππος οὐκ οἶδα ὅπως ἀντιλέγειν ἐπιχειρεῖ τἀνδρὶ τὴν κοινὴν πρὸς αὐτὸν ὑπόθεσιν ἀκριβῶς διαφυλάττοντι. καλῶς γὰρ ἅπαντα γινωσκόντων τε καὶ πραττόντων ἡμῶν ἂν ὁ βίος διοικοῖτο κατὰ ἐπιστήμην, κακῶς δὲ καὶ ψευδῶς γινωσκόντων τε καὶ πραττόντων κατὰ ἄγνοιαν, ὡς αὐτὸς ὁ Χρύσιππος βούλεται, καὶ διὰ ταῦτα μία μὲν ἀρετὴ γίνοιτο ἄν, ἡ ἐπιστήμη, μία δὲ ὡσαύτως ἡ κακία, προσαγορευομένη καὶ ἥδε ποτὲ μὲν ἄγνοια, ποτὲ δὲ ἀνεπιστημοσύνη. ἐὰν οὖν τις τὸν θάνατον ἢ τὴν πενίαν ἢ τὴν νόσον ὡς κακὰ δεδιὼς ᾖ, δέον θαῤῥεῖν, ὡς ἐπὶ ἀδιαφόροις, ἐνδείᾳ μὲν ἐπιστήμης αὐτὸν τίθενται ἀγνοεῖν τἀληθές, ὡς ἂν Ἀρίστων τε καὶ Χρύσιππος εἴποι, κακίαν δὲ ἔχειν ψυχῆς, ἣν ὀνομάζουσι δειλίαν, ᾗ ἐναντίαν ἀρετὴν αὐτοί φασιν εἶναι τὴν ἀνδρείαν, ἐπιστήμην οὖσαν ὧν χρὴ θαῤῥεῖν ἢ μὴ θαρρεῖν, τουτέστιν ἀγαθῶν τε καὶ κακῶν τῶν ὄντως δηλονότι τοιούτων, οὐ κατὰ ψευδῆ δόξαν ὑπειλημμένων, οἷάπερ ἐστὶν ὑγίεια καὶ πλοῦτος καὶ νόσος καὶ πενία. τούτων γὰρ οὐδὲν οὔτε ἀγαθὸν οὔτε κακὸν εἶναί φασιν, ἀλλὰ ἀδιάφορα πάντα. καὶ τοίνυν, εἰ τὸ μὲν ἡδὺ νομίσας τις ἀγαθόν, τὸ δὲ ἀνιαρὸν κακὸν ἀκολουθῶν τῇ δόξῃ τῇδε τοῦ μεν τὴν αἵρεσιν ποιοῖτο, τοῦ δὲ τὴν φυγήν, ἀμαθής ἐστιν οὐσίας ἀγαθοῦ καὶ διὰ ταῦτα ἀκόλαστος. ἐν ἁπάσαις γὰρ πράξεσιν αἱρουμένων ἡμῶν τὸ φαινόμενον ἀγαθόν, φευγόντων δὲ τὸ φαινόμενον κακόν, ἐχόντων δὲ φύσει τὰς ὁρμὰς ταύτας ἐφ’ ἑκάτερον ἡ φιλοσοφία διδάσκουσα τὸ κατὰ ἀλήθειαν ἀγαθόν τε καὶ κακὸν ἀναμαρτήτους ἐργάζεται. Χρύσιππος δὲ οὐκ οἶδα ὅπως, ὥσπερ οἱ ἰδιῶται λόγων, τῇ διαφορᾷ τῶν φωνῶν, οὐ τοῖς τυγχάνουσιν αὐταῖς πράγμασι προσέχει τὸν νοῦν, ἕτερόν τι νομίζων δηλοῦσθαι καθ’ ἑκάστην τῶνδε τῶν φωνῶν, αἱρετέον, ποιητέον, θαρρητέον, ἀγαθόν. ἔστι δὲ οὐχ ἕτερον, ἀλλὰ ἐν ἁπάσαις ταὐτόν, ὅπερ ἐκ τῆς ἀγαθὸν δηλοῦται. - - - ἁπάσαις γὰρ ταύταις ταῖς λέξεσιν ἀγαθὸν καὶ κακὸν λέγει καὶ κατὰ αὐτὸν τὸν Χρύσιππον, εἴ γε δὴ τὸ ἀγαθὸν αὐτὸ μόνον ἐστὶ αἱρετέον καὶ ποιητέον καὶ θαρρητέον· ὥστε τὴν τῶν ἀγαθῶν ἐπιστήμην ἐν διαφόροις ὕλαις ἢ πράξεσιν ἐξεταζομένην ὀνόματα πλείω λαμβάνειν, ἕκαστον ἐν τῷ πρός τι κατὰ τὴν ὕλην ἢ τὴν πρᾶξιν ὑφιστάμενον. - - - οὕτως οὖν κἀν τοῖς περὶ τῆς τῶν ἀρετῶν διαφορᾶς ὁ Χρύσιππος ἀποχωρῶν τῶν ἐπιστημονικῶν καὶ ἀποδεικτικῶν λημμάτων ἐν τοῖς ὑπολοίποις ἀλᾶται τρισὶ γένεσιν, ὃς ἔν γε τῷ ποιὰς εἶναι τὰς ἀρετὰς ἐπιστημονικῶν μᾶλλον ἅπτεται, καταβαλλόντων μὲν ὄντως τὸν Ἀρίστωνος λόγον, οὐ μὴν τῇ γε οἰκείᾳ πρεπόντων ὑποθέσει.

[257] [330] ἕπεται δ’ αὖθις τοῖσδε (sc. τῷ περὶ τῶν παθῶν λόγῳ) καὶ ὁ περὶ τῶν ἀρετῶν λόγος αὐτὸς ἔχων τὸ σφάλμα διττόν, εἴτ’ ἐπιστήμας τις ἁπάσας αὐτάς, εἴτε δυνάμεις ὑπολάβοι. τῶν μὲν γὰρ ἀλόγων τῆς ψυχῆς μερῶν ἀλόγους ἀνάγκη καὶ τὰς ἀρετὰς εἶναι, τοῦ λογιστικοῦ δὲ μόνου λογικήν. ὥστ’ εὐλόγως ἐκείνων μὲν αἱ ἀρεταὶ δυνάμεις εἰσίν, ἐπιστήμη δὲ μόνου τοῦ λογιστικοῦ. Χρύσιππος δὲ μεγάλα σφάλλεται, οὐχ ὅτι μηδεμίαν ἀρετὴν ἐποίησε δύναμιν (οὐ γὰρ μέγα τὸ τοιοῦτον σφάλμα ἐστίν, οὐδὲ διαφερόμεθα πρὸς αὐτὸ) ἀλλ’ ὅτι πολλὰς ἐπιστήμας τε καὶ ἀρετὰς εἶναι φήσας μίαν ἔφησεν εἶναι δύναμιν τῆς ψυχῆς. οὐ γὰρ ἐνδέχεται μιᾶς δυνάμεως ἀρετὰς εἶναι πολλάς, εἴγε μηδὲ τελειότητας πολλὰς ἑνὸς πράγματος. μία γὰρ ἑκάστου τῶν ὄντων ἡ τελειότης, ἡ δ’ ἀρετὴ τελειότης ἐστὶ τῆς ἑκάστου φύσεως, ὡς αὐτὸς ὁμολογεῖ. κάλλιον οὖν Ἀρίστων ὁ Χῖος, οὔτε πολλὰς εἶναι τὰς ἀρετὰς τῆς ψυχῆς ἀποφηνάμενος, ἀλλὰ μίαν, ἣν ἐπιστήμην ἀγαθῶν τε καὶ κακῶν εἶναί φησιν, οὔτε περὶ τῶν παθῶν ἐναντία ταῖς ἰδίαις ὑποθέσεσι γράψας, ὥσπερ ὁ Χρύσιππος.

[258] [331] Οὐ μόνον δὲ ὁ Ζήνων περὶ ταῦτα φαίνεται αὑτῷ μαχόμενος (unane sit virtus an complures), ἀλλὰ καὶ Χρύσιππος, Ἀρίστωνι μὲν ἐγκαλῶν, ὅτι μιᾶς ἀρετῆς σχέσεις ἔλεγε τὰς ἄλλας εἶναι, Ζήνωνι δὲ συνηγορῶν οὕτως ὁριζομένῳ τῶν ἀρετῶν ἑκάστην.

[259] [332] οὐ μόνον δὲ τοὺς περὶ ψυχῆς ἡγεμονικοῦ λόγους ἠρωτημένους ὑπὸ αὐτῶν ἐλέγχοντες ἐμηκύναμεν, ἀλλὰ καὶ τὰ περὶ τῶν παθῶν τῆς ψυχῆς ὑπὸ Χρυσίππου γεγραμμένα, τοῦτο μὲν ἐν τοῖς λογικοῖς ὑπομνήμασι τρισί, τοῦτο δὲ ἐν τῷ θεραπευτικῷ, μετὰ τοῦ καὶ δεικνύειν αὐτὸν ἑαυτῷ διαφερόμενον. ἐπεμνήσθημεν δὲ καὶ τῶν Ποσειδωνίου συγγραμμάτων, ἐν οἷς ἐπαινεῖ τὸν παλαιὸν λόγον ἐλέγχων τὰ Χρυσίππῳ κακῶς εἰρημένα περί τε τῶν παθῶν τῆς ψυχῆς καὶ τῶν ἀρετῶν τῆς διαφορᾶς. ὥσπερ γὰρ ἀναιρεῖται τὰ πάθη τῆς ψυχῆς, εἰ μόνον εἴη τὸ λογιστικὸν αὐτῇ, μηδενὸς μήτε ἐπιθυμητικοῦ μήτε θυμοειδοῦς ὄντος, οὕτω καὶ τῶν ἀρετῶν πλὴν φρονήσεως αἱ λοιπαὶ πᾶσαι. καίτοι κἀνταῦθα εἴ τις ἐπεξέρχοιτο τῷ λόγῳ τά τε περὶ τῆς διαφορᾶς τῶν ἀρετῶν ἐν τέτταρσι βιβλίοις ὑπὸ Χρυσίππου γεγραμμένα βασανίζων ὅσα τε καθ’ ἓν ἄλλο διῆλθεν, ᾧ δείκνυσι ποιὰς εἶναι τὰς ἀρετὰς ἐλέγχων τὸν Ἀρίστωνος λόγον, οὐχ ἑνὸς ἢ δυοῖν ἀλλὰ τριῶν ἢ τεττάρων ἂν δεηθείη βιβλίων. ἔστι μὲν γὰρ κἀνταῦθα λόγος εἷς βραχὺς ἐπιστημονικὸς ἐλέγχων τὸν Χρύσιππον, οὔτε τἀληθῆ πρεσβεύοντα καὶ μηκύνοντα περιττῶς. ἀλλὰ οἱ μήτε παιδευθέντες ἐν ἀποδεικτικῇ μεθόδῳ μήθ’ ὅλως γνόντες, ὁποία τίς ἐστι, μόνῳ δὲ τῷ μεγέθει καὶ πλήθει τῶν ὑπὸ Χρυσίππου γραφέντων βιβλίων προσέχοντες τὸν νοῦν ἀληθῆ νομίζουσι πάνθ’ ὑπάρχειν αὐτά. καὶ γὰρ καὶ ὄντως ἐστὶ τὰ πλεῖστα αὐτῶν ἀληθῆ καὶ μάλιστά γε τὰ κατὰ ἐκεῖνο τὸ βιβλίον, ἐν ᾧ δείκνυσι ποιὰς εἶναι τὰς ἀρετάς. ἀλλὰ ὅτι τῷ μίαν ὑποθεμένῳ δύναμιν ὑπάρχειν ἐν τῇ ψυχῇ τὴν λογικήν τε καὶ κριτικὴν ὀνομαζομένην, ἀνελόντι δὲ τὴν ἐπιθυμητικήν τε καὶ θυμοειδῆ, καθάπερ ὁ Χρύσιππος ἀνεῖλε, μάχεται τὰ κατὰ τοῦτο τὸ βιβλίον εἰρημένα, ταυτὶ μέμψαιτο ἄν τις αὐτῷ· τὸ μέντοι καταβάλλεσθαι τὴν Ἀρίστωνος αἵρεσιν ἀληθῶς ὑπὸ τῶν γεγραμμένων οὐκ ἄν τις μέμψαιτο. νομίζει γὰρ ὁ ἀνὴρ ἐκεῖνος μίαν οὖσαν τὴν ἀρετὴν ὀνόμασι πλείοσιν ὀνομάζεσθαι κατὰ τὴν πρός τι σχέσιν. ὁ τοίνυν Χρύσιππος δείκνυσιν οὐκ ἐν τῇ πρός τι σχέσει γινόμενον τὸ πλῆθος τῶν ἀρετῶν τε καὶ κακιῶν, ἀλλὰ ἐν ταῖς οἰκείαις οὐσίαις ὑπαλλαττομέναις κατὰ τὰς ποιότητας, ὡς ὁ τῶν παλαιῶν ἠβούλετο λόγος· ὅπερ καὶ αὐτὸ βραχὺ παρατρέψας ὁ Χρύσιππος ἑτέραις λέξεσι διῆλθεν ἐν τῷ ποιὰς εἶναι τὰς ἀρετὰς τοῖς τε ἐπιχειρήμασιν οὐ πρέπουσι τῷ τὸ λογικὸν εἶναι μόνον τῆς ψυχῆς τεθειμένῳ, τὸ παθητικὸν δὲ ἀνῃρηκότι. πῶς οὖν ἐγὼ τοῦ μήκους τῶν λόγων αἴτιος, ἐὰν ἀναγκασθῶ νῦν ἀποδεικνύειν ἀλλοτρίας αἱρέσεως ἐπιχειρήμασι χρώμενον τὸν Χρύσιππον εἰκότως καταβαλεῖν τὴν Ἀρίστωνος δόξαν;

[260] [333] (postquam trichotomiam animae Platonicam probare studuit). ἀλλ’ ὅμως ἔνιοί φασι μίαν εἶναι τῆς ψυχῆς οὐσίαν· τὴν δ’ ἀρετὴν εἶναι βούλονται τελειότητα τῆς ἑκάστου φύσεως. εἰ μὲν οὖν τι τοιοῦτον πρᾶγμά ἐστιν ἡ ἀρετή, μία ἔσται, εἴπερ καὶ τελειότης ἐστὶ μία· καὶ οὕτω κατὰ τὸ λογιστικὸν μέρος τῆς ψυχῆς ἀναγκαῖον ἐπιστήμην εἶναι τὴν ἀρετήν· καὶ εἴπερ ἓν μόνον ἐστὶ τοῦτο ἐν ταῖς ψυχαῖς ἡμῶν, τὸ λογιζόμενον, οὐ χρὴ ζητεῖν ἀρετὰς πολλάς.

[261] [334] Παναίτιος μὲν οὖν δύο φησὶν ἀρετάς - - τέτταρας δὲ οἱ περὶ Ποσειδώνιον καὶ πλείονας οἱ περὶ Κλεάνθην καὶ Χρύσιππον.