Pular para o conteúdo

Excerpta ex Theodoto

Clemente de Alexandria · Capítulo 68

Capítulo 68

[68] Ἄχρι μὲν γὰρ ἦμεν τῆς θηλείας μόνης τέκνα, ὡς ἂν αἰσχρᾶς συζυγίας, ἀτελῆ καὶ νήπια καὶ ἄφρονα καὶ ἀσθενῆ καὶ ἄμορφα, οἷον ἐκτρώματα προ[σ]ενεχθέντα, τῆς γυναικὸς ἦμεν τέκνα, ὑπὸ δὲ τοῦ σωτῆρος μορφωθέντες ἀνδρὸς καὶ νυμφῶνος γεγόναμεν τέκνα.