Capítulo 69
[69] ῾Π Εἱμαρμένη ἐστὶ σύνοδος πολλῶν καὶ ἐναντίων δυνάμεων, αὗται δέ εἰσιν ἀόρατοι καὶ ἀφανεῖς, ἐπιτροπεύουσαι τὴν τῶν ἄστρων φορὰν καὶ δι᾿ ἐκείνων πολιτευόμεναι. [69.2] καθὸ γὰρ ἕκαστον αὐτῶν ἔφθακεν τῇ τοῦ κόσμου κινήσει συναναφερόμενον, τῶν κατ᾿ αὐτὴν τὴν ῥοπὴν γεννωμένων εἴληχεν τὴν ἐπικράτειαν, ὡς αὑτοῦ τέκνων.