Pular para o conteúdo

Excerpta ex Theodoto

Clemente de Alexandria · Capítulo 67

Capítulo 67

[67] »Οτε ἦμεν ἐν τῇ σαρκί«, φησὶν ὁ ἀπόστολος, ὥσπερ ἔξω τοῦ σώματος ἤδη λαλῶν. σάρκα οὖν λέγειν αὐτόν φησιν ἐκείνην τὴν ἀσθένειαν, τὴν ἀπὸ τῆς ἄνω γυναικὸς προβολήν. [67.2] καὶ ὅταν ὁ σωτὴρ πρὸς Σαλώμην λέγῃ μέχρι τότε εἶναι θάνατον, ἄχρις ἂν αἱ γυναῖκες τίκτωσιν, οὐ τὴν γένεσιν κακίζων ἔλεγεν, ἀναγκαίαν οὖσαν διὰ τὴν σωτηρίαν τῶν πιστευόντων· [67.3] δεῖ γὰρ εἶναι τὴν γένεσιν ταύτην, ἄχρις ἂν τὸ σπέρμα προ[σ]ενεχθῇ [67.4] τὸ προλελογισμένον· ἀλλὰ περὶ τῆς ἄνω θηλείας αἰνίττεται, ἧς τὰ πάθη κτίσις γέγονεν τῆς καὶ τὰς ἀμόρφους οὐσίας προβαλ[λ]ούσης, δι᾿ ἣν καὶ ὁ κύριος κατῆλθεν, ἀπὸ μὲν τοῦ πάθους ἡμᾶς ἀποσπάσων, ἑαυτῷ δὲ εἰσποιησόμενος.