Pular para o conteúdo

Excerpta ex Theodoto

Clemente de Alexandria · Capítulo 62

Capítulo 62

[62] καθὸ καὶ ὁ Δαβὶδ λέγει »κάθου ἐκ δεξιῶν μου« καὶ τὰ ἑξῆς. [62.2] κάθηται δὲ μέχρι συντελείας. »ἵνα ἴδωσιν εἰς ὃν ἐξεκέντησαν«. ἐξεκέντησαν δὲ τὸ φαινόμενον, ὃ ἦν σὰρξ τοῦ ψυχικοῦ. »ὀστοῦν γὰρ αὐτοῦ οὐ συντριβήσεται« φησί· καθάπερ ἐπὶ τοῦ Ἀδὰμ τὴν ψυχὴν ὀστοῦν ἠλληγόρησεν ἡ προφητεία. [62.3] αὐτὴ γὰρ ἡ ψυχὴ τοῦ Χριστοῦ πάσχοντος τοῦ σώματος ἑαυτὴν εἰς τὰς χεῖρας τοῦ πατρὸς παρακατέθετο. τὸ δ᾿ ἐν τῷ ὀστέῳ πνευματικὸν οὐκέτι παρακατατίθεται, ἀλλ᾿ αὐτὸς σῴζει.