Pular para o conteúdo

Excerpta ex Theodoto

Clemente de Alexandria · Capítulo 61

Capítulo 61

[61] »ἐγὼ ἡ ζωή, ἐγὼ ἡ ἀλήθεια, ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.« [61.2] τὸ δὲ πνευματικόν, ὃ ἀνείληφεν, καὶ τὸ ψυχικὸν οὕτως ἐμφαίνει· »τὸ δὲ παιδίον ηὔξανεν καὶ προέκοπτεν ⟨ἐν⟩ σοφίᾳ.« σοφίας μὲν γὰρ τὸ πνευματικὸν δεῖται, μεγέθους δὲ τὸ ψυχικόν. [61.3] διὰ δὲ τῶν ἐκρυέντων ἐκ τῆς πλευρᾶς ἐδήλου ταῖς ἐκρύσεσι τῶν παθῶν ἀπὸ τῶν ἐμπαθῶν ἀπαθεῖς γενομένας τὰς οὐσίας σεσῶσθαι. [61.4] καὶ ὅταν λέγῃ »δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου ἀποδοκιμασθῆναι, ὑβρισθῆναι, σταυρωθῆναι«, ὡς περὶ ἄλλου φαίνεται λέγων, δηλονότι τοῦ ἐμπαθοῦς. [61.5] καὶ »προάξω ὑμᾶς« λέγει »τῇ τρίτῃ τῶν ἡμερῶν εἶς τὴν Γαλιλαίαν«· αὐτὸς γὰρ προάγει πάντα. καὶ τὴν ἀφανῶς σῳζομένην ψυχὴν ἀναστήσειν ᾐνίσσετο καὶ ἀποκαταστήσειν οὗ νῦν προάγει. [61.6] ἀπέθανεν δὲ ἀποστάντος τοῦ καταβάντος ἐπ᾿ αὐτῷ ἐπὶ τῷ Ἰορδάνῃ πνεύματος, οὐκ ἰδίᾳ γενομένου, ἀλλὰ συσταλέντος, ἵνα καὶ ἐνεργήσῃ ὁ θάνατος, ἐπεὶ πῶς τῆς ζωῆς παρούσης ἐν αὐτῷ ἀπέθανεν τὸ σῶμα; οὕτω γὰρ ἂν καὶ αὐτοῦ τοῦ σωτῆρος ὁ θάνατος ἐκράτησεν ἄν, ὅπερ ἄτοπον. δόλῳ δὲ ὁ θάνατος κατεστρατηγήθη· [61.7] ἀποθανόντος γὰρ τοῦ σώματος καὶ κρατήσαντος αὐτὸ τοῦ θανάτου, ἀναστείλας τὴν ἐπελθοῦσαν ἀκτῖνα τῆς δυνάμεως ὁ σωτὴρ ἀπώλεσε μὲν τὸν θάνατον. τὸ δὲ θνητὸν σῶμα ἀποβαλὼν πάθη ἀνέστησεν. [61.8] τὰ ψυχικὰ μὲν οὖν οὕτως ἀνίσταται καὶ ἀνασῴζεται. πιστεύσαντα δὲ τὰ πνευματικὰ ὑπὲρ ἐκεῖνα σῴζεται. »ἐνδύματα γάμων« τὰς ψυχὰς λαβόντα.

Κάθηται μὲν οὖν ὁ ψυχικὸς Χριστὸς ἐν δεξιᾷ τοῦ Δημιουργοῦ.