Capítulo 63
[63] Ἡ μὲν οὖν τῶν πνευματικῶν ἀνάπαυσις ἐν κυριακῇ, ἐν ὀγδοάδι, ἣ κυριακὴ ὀνομάζεται, παρὰ τῇ μητρί, ἐχόντων τὰς ψυχάς, τὰ ἐνδύματα. ἄχρι συντελείας. αἱ δὲ ἄλλαι πισταὶ ψυχαὶ παρὰ τῷ Δημιουργῷ, περὶ δὲ τὴν συντέλειαν ἀναχωροῦσι καὶ αὗται εἰς ὀγδοάδα. [63.2] εἶτα τὸ δεῖπνον τῶν γάμων κοινὸν πάντων τῶν σῳζομένων, ἄχρις ἂν ἀπισωθῇ πάντα καὶ ἄλληλα γνωρίσῃ.
Τὸ δὲ ἐντεῦθεν ἀποθέμενα τὰ πνευματικὰ τὰς ψυχὰς ἅμα τῇ