Capítulo 45
[45] καὶ ἴασιν τῶν παθῶν, δείξας ἀπὸ πατρὸς ἀγεννήτου τὰ ἐν πληρώματι καὶ τὰ μέχρι αὐτῆς· ἀποστήσας δὲ τὰ πάθη τῆς πεπονθυίας [45.2] αὐτὴν μὲν ἀπαθῆ κατεσκεύασεν, τὰ πάθη δὲ διακρίνας ἐφύλαξεν, καὶ οὐχ ὥσπερ ⟨τὰ⟩ τῆς ἔνδον διεφορήθη, ἀλλ᾿ εἰς οὐσίαν ἤγαγεν αὐτά τε καὶ ⟨τὰ⟩ τῆς δευτέρας διαθέσεως. οὕτως διὰ τῆς τοῦ Σωτῆρος ἐπιφανείας ἡ Σοφία ⟨ἀπαθὴς⟩ γίνεται καὶ τὰ ἔξω κτίζεται. [45.3] »πάντα γὰρ δι᾿ αὐτοῦ γέγονεν καὶ χωρὶς αὐτοῦ γέγονεν οὐδέν.«
Πρῶτον οὖν ἐξ ἀσωμάτου πάθους καὶ συμβεβηκότος εἰς ἀσώματον