Pular para o conteúdo

Excerpta ex Theodoto

Clemente de Alexandria · Capítulo 44

Capítulo 44

[44] Ἰδοῦσα δὲ αὐτὸν ἡ Σοφία ὅμοιον τῷ καταλιπόντι αὐτὴν φωτὶ ἐγνώρισεν καὶ προσέδραμεν καὶ ἠγαλλιάσατο καὶ προσεκύνησεν, τοὺς δὲ ἄρρενας ἀγγέλους τοὺς σὺν αὐτῷ ἐκπεμφθέντας θεασαμένη, κατῃδέσθη καὶ κάλυμμα ἐπέθετο. διὰ τούτου τοῦ μυστηρίου ὁ Παῦλος [44.2] κελεύει τὰς γυναῖκας »φορεῖν ἐξουσίαν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους«.

Εὐθὺς οὖν ὁ Σωτὴρ ἐπιφέρει αὐτῇ μόρφωσιν τὴν κατὰ γνῶσιν