Capítulo 43
[43] Λέγουσιν οὖν ὅτι αἱ δεξιαὶ ᾔδεσαν τοῦ Ἰησοῦ καὶ τοῦ χριστοῦ τὰ ὀνόματα καὶ πρὸ τῆς παρουσίας, ἀλλὰ τοῦ σημείου οὐκ ᾔδεσαν τὴν δύναμιν. [43.2] καὶ δόντος πᾶσαν τὴν ἐξουσίαν τοῦ πατρός, συναινέσαντος δὲ καὶ τοῦ πληρώματος. ἐκπέμπεται »ὁ τῆς βουλῆς ἄγγελος«. καὶ γίνεται κεφαλὴ τῶν ὅλων μετὰ τὸν πατέρα· [43.3] »πάντα γὰρ ἐν αὐτῷ ἐκτίσθη τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, θρόνοι, κυριότητες, βασιλεῖαι, θεότητες, λειτουργίαι·« [43.4] »διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἔδωκεν αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα πᾶν γόνυ κάμψῃ καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι κύριος τῆς δόξης Ἰησοῦς Χριστὸς σωτήρ,« »ἀναβὰς αὐτὸς καὶ καταβάς· [43.5] τὸ δὲ ἀνέβη τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη; ὁ καταβὰς αὐτός ἐστιν εἰς τὰ κατώτατα τῆς γῆς καὶ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν.«