Pular para o conteúdo

Excerpta ex Theodoto

Clemente de Alexandria · Capítulo 42

Capítulo 42

[42] Ὁ Σταυρὸς τοῦ ἐν πληρώματι Ὅρου σημεῖόν ἐστιν· χωρίζει γὰρ τοὺς ἀπίστους τῶν πιστῶν ὡς ἐκεῖνος τὸν κόσμον τοῦ πληρώματος· [42.2] διὸ καὶ τὰ σπέρματα ὁ Ἰησοῦς διὰ τοῦ σημείου ἐπὶ τῶν ὤμων βαστάσας εἰσάγει εἰς τὸ πλήρωμα. ὦμοι γὰρ τοῦ σπέρματος ὁ Ἰησοῦς λέγεται, κεφαλὴ δὲ ὁ Χριστός. [42.3] ὅθεν εἴρηται· »ὃς οὐκ αἴρει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ μοι. οὐκ ἔστι μου ἀδελφός.« ᾖρεν οὖν τὸ σῶμα τοῦ Ἰησοῦ, ὅπερ ὁμοούσιον ἦν τῇ ἐκκλησίᾳ.