Pular para o conteúdo

Excerpta ex Theodoto

Clemente de Alexandria · Capítulo 46

Capítulo 46

[46] ἔτι τὴν ὕλην αὐτὰ μετήντλησεν καὶ μετέβαλεν, εἶθ᾿ οὕτως εἰς συγκρίματα καὶ σώματα· ἀθρόως γὰρ οὐσίαν ποιῆσαι τὰ πάθη οὐκ ἐνῆν· καὶ τοῖς σώμασι κατὰ φύσιν ἐπιτηδειότητα ἐνεποίησεν. [46.2]

Πρῶτος μὲν οὖν δημιουργὸς ὁ Σωτὴρ γίνεται καθολικός. »ἡ δὲ Σοφία« δευτέρα »οἰκοδομεῖ οἶκον ἑαυτῇ καὶ ὑπήρεισεν στύλους ἑπτά«.