[605] [231] εἰπόντος δέ τινος Ἀρκεσίλαον μὴ ποιεῖν τὰ δέοντα “παῦσαι, ἔφη, καὶ μὴ ψέγε. εἰ γὰρ καὶ λόγῳ τὸ καθῆκον ἀναιρεῖ, τοῖς γοῦν ἔργοις αὐτὸ τιθεῖ.” καὶ ὁ Ἀρκεσίλαος “οὐ κολακεύομαι”, φησί. πρὸς ὃν ὁ Κλεάνθης “ναί, ἔφη, σὲ κολακεύω, φάμενος ἄλλα μὲν λέγειν, ἕτερα δὲ ποιεῖν.”