Obra longa: também em 158 partes, uma por capítulo, livro ou seção, cada uma cabendo numa leitura — https://pedraangular.app.br/rolo/cleantes-testemunhos-e-fragmentos-grc-von-arnim-1903/
Testimonia et fragmenta
[463] [1] Κλεάνθης Φανίου Ἄσσιος. οὖτος πρῶτον ἦν πύκτης, ὥς φησιν Ἀντισθένης ἐν Διαδοχαῖς. ἀφικόμενος δὲ εἰς Ἀθήνας τέσσαρας ἔχων δραχμάς, καθὰ φασί τινες, καὶ Ζήνωνι παραβαλὼν ἐφιλοσόφησε γενναιότατα καὶ ἐπὶ τῶν αὐτῶν ἔμεινε δογμάτων. διεβοήθη δὲ ἐπὶ φιλοπονίᾳ, ὅς γε, πένης ὢν ἄγαν, ὥρμησε μισθοφορεῖν· καὶ νύκτωρ μὲν ἐν τοῖς κήποις ἤντλει, μεθʼ ἡμέραν δὲ ἐν τοῖς λόγοις ἐγυμνάζετο· ὅθεν καὶ Φρεάντλης ἐκλήθη. φασὶ δὲ αὐτὸν καὶ εἰς δικαστήριον ἀχθῆναι, λόγους δώσοντα πόθεν ἐς τοσοῦτον εὐέκτης ὢν διαζῇ, ἔπειτα ἀποφυγεῖν τόν τε κηπουρὸν μάρτυρα παρασχόντα, παρʼ ὃν ἤντλει, καὶ τὴν ἀλφιτόπωλιν, παρʼ ᾗ τὰ ἄλφιτα ἔπεττεν. ἀποδεξαμένους δὲ αὐτὸν τοὺς Ἀρεωπαγίτας ψηφίσασθαι δέκα μνᾶς δοθῆναι, Ζήνωνα δὲ κωλῦσαι λαβεῖν. φασὶ δὲ καὶ Ἀντίγονον αὐτῷ τρισχιλq>ίας δοῦναι. ἡγούμενόν τε τῶν ἐφήβων ἐπί τινα θέαν ὑπʼ ἀνέμου παραγυμνωθῆναι καὶ ὀφθῆναι ἀχίτωνα· ἐφʼ ᾧ κρότῳ τιμηθῆναι ὑπὸ Ἀθηναίων, καθά φησι Δημήτριος ὁ Μάγνης ἐν τοῖς Ὁμωνύμοις. ἐθαυμάσθη οὖν δὴ καὶ διὰ τόδε. φασὶ δὲ καὶ Ἀντίγονον αὐτοῦ πυθέσθαι ὄντα ἀκροατήν, διὰ τί ἀντλεῖ· τὸν δʼ εἰπεῖν· “ἀντλῶ γὰρ μόνον; τί δʼ οὐχὶ σκάπτω; τί δʼ οὐκ ἄρδω καὶ πάντα ποιῶ φιλοσοφίας ἕνεκα” καὶ γὰρ ὁ Ζήνων αὐτὸν συνεγύμναζεν εἰς τοῦτο καὶ ἐκέλευεν ὀβολὸν φέρειν ἀποφορᾶς. καί ποτε ἀθροισθὲν τὸ κέρμα ἐκόμισεν εἰς μέσον τῶν γνωρίμων καί φησι· “Κλεάνθης μὲν καὶ ἄλλον Κλεάνθην δύναιτʼ ἂν τρέφειν, εἰ βούλοιτο· οἱ δὲ ἔχοντες ὅθεν τραφήσονται παρʼ ἑτέρων ἐπιζητοῦσι τὰ ἐπιτήδεια, καίπερ ἀνειμένως φιλοσοφοῦντες.” ὅθεν δὴ καὶ δεύτερος Ἡρακλῆς ὁ Κλεάνθης ἐκαλεῖτο. ἦν δὴ πονικὸς μέν, ἀφύσικος δὲ καὶ βραδὺς ὑπερβαλλόντως· διὸ καὶ Τίμων περὶ αὐτοῦ φησιν οὕτως· (fr. 24 W.)
τίς δʼ οὗτος κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν,
μωλυτὴς ἐπέων φίλος Ἄσσιος, ὅλμος ἄτολμος.
καὶ σκωπτόμενος ὑπὸ τῶν συμμαθητῶν ἠνέσχετο καὶ ὄνος ἀκούων προσεδέχετο, λέγων αὐτὸς μόνος δύνασθαι βαστάζειν τὸ Ζήνωνος φορτίον (secuntur apophthegmata). — [2] τοῦτόν φασιν εἰς ὄστρακα καὶ βοῶν ὠμοπλάτας γράφειν ἅπερ ἤκουε παρὰ τοῦ Ζήνωνος, ἀπορίᾳ κερμάτων ὥστε ὠνήσασθαι χαρτία. τοιοῦτος δὲ ὢν ἐξίσχυσε, πολλῶν καὶ ἄλλων ὄντων ἀξιολόγων Ζήνωνος μαθητῶν, αὐτὸς διαδέξασθαι τὴν σχολήν.
[464] [3] ὥσπερ ὁ Κλεάνθης καὶ ὁ Ξενοκράτης βραδύτεροι δοκοῦντες εἶναι τῶν συσχολαστῶν οὐκ ἀπεδίδρασκον ἐκ τοῦ μανθάνειν οὐδ’ ἀπέκαμνον, ἀλλὰ φθάνοντες εἰς ἑαυτοὺς ἔπαιζον, ἀγγείοις τε βραχυστόμοις καὶ πινακίσι χαλκαῖς ἀπεικάζοντες, ὡς μόλις μὲν παραδεχόμενοι τοὺς λόγους, ἀσφαλῶς δὲ καὶ βεβαίως τηροῦντες.
[465] [4] ὅσον τὸ φρόνημα τἀνδρός, ἀπὸ τοῦ μύλου καὶ τῆς μάκτρας πεττούσῃ χειρὶ καὶ ἀλούσῃ γράφειν περὶ θεῶν καὶ σελήνης καὶ ἄστρων καὶ ἡλίου.
[466] [5] Cleanthes aquam traxit et rigando horto locavit manus. — [6] Zenonem Cleanthes non expressisset, si tantummodo audisset; vitae eius interfuit, secreta perspexit, observavit illum, an ex formula sua viveret.
[467] [7] cum et Socrati collatum sit ad victum et Zenon, Cleanthes, Chrysippus mercedes a discipulis acceptaverint.
[468] [8] “οὐκ ἐκόμισας, ἔφη, τὸ πρσσταχθέν” καὶ προσό(μοια) | διε(λ)έχθη καὶ τῇ κατό|πιν, ἕως παρέσ(χεν αὐτὸν) | φέρειν καὶ τὸ ὅ(λον, εἶτ’) | ἀποδοὺς ἐκέλε(υσεν τοῖς) | γονεῦσι ἐκπέμψαι. (Δι)|ὸ καί τινες τοῦτον (οὐκ) | ὄντα πλούσιο(ν) ὡς (φι|λ)άργυρον ἐμέμφ(ον)| το..
Philosophus, qui mercedem a discipulo exigit, Cleanthes est.
[469] [9] Αἰλιανοῦ ἐκτῆς συμμίκτου ἱστορίας· Χρύσιππος ὁ Σολεὺς ἐποιεῖτο τὸν βίον ἐκ πάνυ ὀλίγων, Κλεάνθης δὲ καὶ ἀπὸ ἐλαττόνων.
[470] [10] καὶ Βάτωνι τὴν σχολὴν ἀπεῖπεν Ἀρκεσίλαος, ὅτε πρὸς Κλεάνθην στίχον ἐποίησεν ἐν κωμῳδίᾳ, πείσαντος δὲ τὸν Κλεάνθην καὶ μεταμελομένου διηλλάγη.
[471] [11] (αὐτὸν παραιτεῖσθαι, ὥστε τῇ σχολῇ πάλιν ἐ)|πιτρέπειν χρῆ(σθ)αι· | (δι)αλέξ(ασθ)αι δὲ (π)ρὸς | (Ἀρ)κεσίλαν καὶ (φάναι “πρῶ|το)ν μέρος εὐημ(ερ)ία(ς τοῦ|τ’) εἶναι, σκοπεῖν (τι)ν̣α̣ (τὰ | κα)θ’ αὑτόν.” καὶ συν(ή)κον|(τα) δὲ Ἀρκεσίλᾳ τὴ(ν..|...)ν ὑποδεῖξαι. Καὶ μ(ηδ|ὲ)ν ἀμφοτέρους (μηδὲ) | περὶ τὸ(ν) Σωσίθε(ο)ν πο| λυπρα(γμ)ονεῖν. Ἦν δὲ... etc.
Agitur de Batone comico ([12]); qui cum Cleanthi in comoedia maledixisset, Arcesilaus schola ei interdixit, ipso autem Cleanthe intercedente, cum contumeliam excusavisset, rursus admisit. Similis est causa Sosihei ([13]).
[472] [14] καὶ διὰ τ(οῦτ)ο πλείοσιν | ὁμιλῶν. (ὡ)ς δέ τις εἰρηκὼς ἀνηγγέλη·
τοῦτ’ ἧν
ὁ Κλεάνθης, ὡς περὶ τὰς σπονδὰς
ἑκάστῳ μικρὸν ἀπα(ρ)χόμενος,
πλατῦναι δὲ τὸν λόγον
οὐδέποτ’ ἐθέλων
ἢ οὐ (δυ)νάμενος
ἐπεὶ παρατ(υγ)χά | νοντ’ εἶδεν αὐτόν, (εἰ)πών τι πρὸς τὸ πρῶτ(ο)ν τε|(θέ)ν, συμ.... etc.
Haec quoque ad Arcesilanum refero, malum carmen in Cleanthem factum ulciscentem.
[473] [15]... ροιτ...... τὸν ὁμο|(ει)δῆ μά̣(χεσθαι τρό)π̣ον, | (εἴ)ρηται μ̣(ὲ)ν̣ κα̣(ὶ) Ζή|(ν)ωνι περὶ τῶν (τοι|ού)των καὶ γέ(γραπται | μὲ)ν καὶ Ζήνων(ι, ἀσ)|τεῖα δ’ εὐφημ(οῦντος) | πρὸς τοὺς π(ρο)γεν(εσ|τέ)ρους τῶ(ν φιλ)ο̣σό|(φ)ων· καὶ τι.. χαρισ| (α)μένων
Cleanthi videtur opprobrio verti, quod in scholis vel libris antiquis philosophis maledixerit; neque enim Zenonis magistri exemplo hoc defendi.
[474] [16] καὶ τελευτᾷ (ὁ Κλεάνθης) τόνδε τὸν τρόπον. διῴδησεν αὐτῷ τὸ οὖλον· ἀπαγορευσάντων δὲ τῶν ἰατρῶν, δύο ἡμέρας ἀπέσχετο τροφῆς. καί πως ἔσχε καλῶς, ὥστε τοὺς ἰατροὺς αὐτῷ πάντα τὰ συνήθη συγχωρεῖν· τὸν δὲ μὴ ἀνασχέσθαι, ἀλλ’ εἰπόντα ἤδη αὐτῷ προωδοποιῆσθαι καὶ τὰς λοιπὰς ἀποσχόμενον τελευτῆσαι ταὐτὰ Ζήνωνι, καθὰ φασί τινες, [ὀγδοήκοντα] ἔτη βιώσαντα καὶ ἀκούσαντα Ζήνωνος ἔτη ἐννεακαίδεκα.
[475] [17] Κλεάνθης δὲ ὁ Ζήνωνος μαθητὴς καὶ διάδοχος ἐννέα καὶ ἐνενήκοντα οὗτος γεγονὼς ἔτη φῦμα ἔσχεν ἐπὶ τοῦ χείλους, καὶ ἀποκαρτερῶν, ἐπελθόντων αὐτῷ παρ’ ἑταίρων τινῶν γραμμάτων προσενεγκάμενος τροφὴν καὶ πράξας περὶ ὧν ἠξίουν οἱ φίλοι, ἀποσχόμενος αὖθις τροφῆς ἐξέλιπε τὸν βίον.
[476] [18] (ἐπεὶ — — —)σαν, ἔτυχεν δ’ αὐ|(τ)ῷ μ(ικρὸ)ν πρὸ τῆς τε|λευτ(ῆ)ς ἐξάνθημα γε|νόμενον περὶ τὸ χεῖλος, | ὃ τοῖς ἰατρο(ῖς ἐδόκει κα)|κόηθες εἶν(αι).. δι.... |βουν τό τ’ ἄσχ(ημον ὑποφέ)|ρειν, Διονυ(σίῳ εἶπε και)|ρὸν εἶναι τὴ(ν ζωὴν ἐκτε) λεῖν· συνήθε(ις δ’ οὖν καὶ) | γνώριμου(ς........... ( πε)ρὶ τῶν κ..... — [19] ζητεῖν, μήποτ’ οὐκ ἄ|ξιον αὐτοῦ, φιλόζωον | δ’ ἢ ταπεινόν. καὶ ταῦτ’ εἰ| πὼν καὶ μείνας εὐδαί|(μων) etc.
De Cleanthis morbo extremo cf. [20] Ad col. XXVII adnotat Buecheler: “mandat Cleanthes ut successorem quaerant non vitae cupidum sectantemque humilia, sed suis moribus dignum.” mihi videtur Cleanthes de se ipso loqui, e. gr. δεδοικέναι δ’ ἔφη τὸ ἐπιβιῶναι ζητεῖν etc.
[477] [21] ἀλγήσας) | δ’ οὐ μικρ(ὸν τοῦ βίου) | ἀπηλλάγ(η ἐπ’ ἄρχοντος Ἰ)|άσονος.
[22] (γεγονέναι Κλε)|άνθην ἐπ’ ἄρχον(τος) | Ἀριστοφάνους κα(ὶ) | τὴν σχολὴν δια(κατα)|σχεῖν ἐπ’ ἔτη (τ)ριάκ(ον)|τα καὶ (δύο).
[23] quae posui, recte a Comparettio suppleta esse puto; cetera huius columnae, quia incertiora sunt, exscribere nolui.
[24] Aristophanes archon fuit 331/0; δύο in fine scriptum esse, Gompersius probavit.
[478] [25] οὔ φημι δεῖν ἓν καὶ ταὐτὸν εἶναι νομίζειν τὸ ἔχον τῷ ἐχομένῳ· οὔτε γὰρ Κλεάνθης ἦν φῦμα, ἐπεὶ συμβεβήκει τοῦτ’ αὐτῷ κατὰ τὸ νόσημα, οὔτε Χρύσιππος ἔτι δ’ Ἐπίκουρος στραγγουρία, ἐπειδὴ ἐκ τούτου τοῦ πάθους αὐτοῖς συνέβη καταστρέψαι τὸν βίον. οὔκουν οὐδὲ πληγὴ τοῦ ἀέρος ἀήρ ἐστιν etc.
[479] [26] ἐντεῦθεν (scil. ex Asso) ἦν Κλεάνθης, ὁ Στωϊκὸς φιλόσοφος, ὁ διαδεξάμενος τὴν Ζήνωνος τοῦ Κιτιέως σχολήν, καταλιπὼν δὲ Χρυσίππῳ τῷ Σολεῖ.
[480] [27] Quis hunc philosophum (scil. Democritum) non anteponit Cleanthi, Chrysippo, reliquis inferioris aetatis? qui mihi cum illo collati quintae classis videntur.
[481] [28] Βιβλία δὲ κάλλιστα καταλέλοιπεν, ἅ ἐστι τάδε·
περὶ χρόνου
περὶ τῆς [τοῦ] Ζήνωνος φυσιολογίας δύο
τῶν Ἡρακλείτου ἐξηγήσεις τέσσαρα
περὶ αἰσθήσεως
περὶ τέχνης
πρὸς Δημόκριτον
πρὸς Ἀρίσταρχον ([29])
πρὸς Ἥριλλον
περὶ ὁρμῆς δύο
ἀρχαιολογία
περὶ θεῶν ([30])
περὶ γιγάντων
περὶ ὑμεναίου
περὶ τοῦ ποιητοῦ ([31])
περὶ τοῦ καθήκοντος τρία
περὶ εὐβουλίας
περὶ χάριτος ([32])
προτρεπτικός ([33])
περὶ ἀρετῶν
περὶ εὐφυΐας
περὶ Γοργίππου
περὶ φθονερίας
περὶ ἔρωτος
περὶ ἐλευθερίας
ἐρωτικὴ τέχνη
περὶ τιμῆς
περὶ δόξης
πολιτικός
περὶ βουλῆς
περὶ νόμων
περὶ τοῦ δικάζειν
περὶ ἀγωγῆς
περὶ τοῦ λόγου τρία
περὶ τέλους
περὶ καλῶν
περὶ πράξεως
περὶ ἐπιστήμης
περὶ βασιλείας
περὶ φιλίας
περὶ συμποσίου
περὶ τοῦ ὅτι ἡ αὐτὴ ἀρετὴ [καὶ] ἀνδρὸς καὶ γυναικός
περὶ τοῦ τὸν σοφὸν σοφιστεύειν
περὶ χρειῶν
διατριβῶν δύο
περὶ ἡδονῆς ([34])
περὶ ἰδίων
περὶ τῶν ἀπόρων
περὶ διαλεκτικῆς
περὶ τρόπων
περὶ κατηγορημάτων
Ταῦτα αὐτῷ τὰ βιβλία.
[482] [35] ὁ δὲ Κλεάνθης ἓξ μέρη φησί type="subhead" rend="center">scil. τοῦ κατὰ φιλοσοφίαν λόγου) διαλεκτικόν, ῥητορικόν, ἠθικόν, πολιτικόν, φυσικόν, θεολογικόν.
[483] [36] ἐκεῖνο ἀπαρκεῖ ὅτι τῶν ἄλλων ἐστὶ διακριτικὰ καὶ ἐπισκεπτικὰ καί, ὡς ἄν τις εἴποι, μετρητικὰ καὶ στατικά (scil. τὰ λογικὰ). τίς λέγει ταῦτα; μόνος Χρύσιππος καὶ Ζήνων καὶ Κλεάνθης; Ἀντισθένης δʼ οὐ λέγει;
[484] [37] φαντασία οὖν ἐστὶ κατʼ αὐτοὺς τύπωσις ἐν ψυχῇ. περὶ ἧς εὐθὺς καὶ διέστησαν· Κλεάνθης μὲν γὰρ ἤκουσε τὴν τύπωσιν κατὰ εἰσοχήν τε καὶ ἐξοχήν, ὥσπερ καὶ ⟨τὴν⟩ διὰ τῶν δακτυλίων γιγνομένην τοῦ κηροῦ τύπωσιν. — [38] εἰ γὰρ τ ύπωσίς ἐστιν ἐν ψυχῇ ἡ φαντασία, ἤτοι κατʼ ἐξοχὴν καὶ εἰσοχὴν τύπωσίς ἐστιν, ὡς οἱ περὶ τὸν Κλεάνθην νομίζουσιν, ἢ κατ ὰ ψιλὴν ἑτεροίωσιν γίνεται κ. τ. λ. — [39] Κλεάνθους μὲν κυρίως ἀκούοντος τὴν μετὰ εἰσοχῆς καὶ ἐξοχῆς νοουμένην (τύπωσιν). — [40] ἐπεὶ οὖν ἡ ψυχὴ καὶ τὸ ἡγεμονικὸν πνεῦμά ἐστιν ἢ λεπτομερέστερόν τι πνεύματος, ὥ ς φασιν, οὐ δυνήσεταί τις τύπωσιν ἐπινοεῖν ἐν αὐτῷ οὔτε κατ’ εἰσοχὴν καὶ ἐξοχήν, ὡς ἐπὶ τῶν σφραγίδων ὁρῶμεν, οὔτε [κατὰ] τὴν τερατολογουμένην ἑτεροιωτικήν.
[485] [41] quod si summum gradum non attigero, tamen secundum praeteribo, quod nom solum ad Aristophanis sed etiam ad Cleanthis lucubravi.
Secundus gradus explanatur § 7. quo grammatica escendit antiqua, quae os tendit quemadmodum quodque poeta finxerit verbum, confinxerit, declinarit.
[486] [42] : εἰ μ(ὴ τὸ π)αρὰ Κλεάν(θ)ει λέ|γειν (τάχ)α θελήσουσ(ι)ν, ὅς φησιν (ἀ|μείνο(νά) τε εἶναι τὰ ποιητικὰ | καὶ μ(ου σ)ικὰ παραδείγματα | καί, τοῦ (λόγ)ου τοῦ τῆς φιλοσο|φίας ἱκανῶ(ς) μὲν ἐξαγ(γ)έλ|λειν δυναμένου τὰ θε(ῖ)α καὶ | ἀ(ν)θ(ρ)ώ(πινα), μὴ ἔχον(τ)ος δὲ | ψειλοῦ τῶν θείων μεγεθῶν | λέξεις οἰκείας, τὰ μέτρ(α) καὶ | τὰ μέλη καὶ τοὺς ῥυθμοὺς | ὡς μάλιστα προσικνεῖσθαι | πρὸς τὴν ἀλήθειαν τῆς τῶν | θείων θ(ε)ωρίας.
Nomen Cleanthis etiam p. 57, 3 Kemke agnoscitur, sed sententia nulla.
[487] [43]Nam, ut dicebat Cleanthes, quemadmodum spiritus noster clariorem sonum reddit, cum illum tuba, per longi canalis angustias tractum, patentiore novissimo exitu effudit; sic sensus nostros clariores carminis arta necessitas efficit.
[488] [44] λεκτὰ γὰρ τὰ κατηγορήματα καλοῦσι Κλεάνθης καὶ Ἀρχέδημος.
[489] [45] ὁ κυριεύων λόγος ἀπὸ τοιούτων τινῶν ἀφορμῶν ἠρωτῆσθαι φαίνεται· κοινῆς γὰρ οὔσης μάχης τοῖς τρισὶ τούτοις πρὸς ἄλληλα, τῷ [τὸ] “πᾶν παρεληλυθὸς ἀληθὲς ἀναγκαῖον εἶναι,” καὶ τῷ “δυνατῷ ἀδύνατον μὴ ἀκολουθεῖν,” καὶ τῷ “[μὴ] δυνατὸν εἶναι ὃ οὔτ’ ἔστιν ἀληθὲς οὔτ’ ἔσται·” συνιδὼν τὴν μάχην ταύτην ὁ Διόδωρος τῇ τῶν πρώτων δυοῖν πιθανότητι συνεχρήσατο πρὸς παράστασιν τοῦ “μηδὲν εἶναι δυνατὸν ὃ οὔτ’ ἔστιν ἀληθὲς οὔτ’ ἔσται.” λοιπὸν ὁ μέν τις ταῦτα τηρήσει τῶν δυοῖν ὅτι “ἔστι τέ τι δυνατόν, ὃ οὔτ’ ἔστιν ἀληθὲς οὔτ’ ἔσται·” καὶ “δυνατῷ ἀδύνατον οὐκ ἀκολουθεῖ·” “οὐ πᾶν δὲ παρεληλυθὸς ἀληθὲς ἀναγκαῖόν ἐστι·” καθάπερ οἱ περὶ Κλεάνθην φέρεσθαι δοκοῦσιν, οἷς ἐπὶ πολὺ συνηγόρησεν ’Αντίπατρος. οἱ δὲ τἄλλα δύο, ὅτι “δυνατόν τ’ ἐστὶν ὃ οὔτ’ ἔστιν ἀληθὲς οὔτ’ ἔσται·” καὶ “πᾶν παρεληλυθὸς ἀληθὲς ἀναγκαῖόν ἐστιν·” “δυνατῷ δ’ ἀδύνατον ἀκολουθεῖ.” τὰ τρία δ’ ἐκεῖνα τηρῆσαι ἀμήχανον, διὰ τὸ κοινὴν εἶναι αὐτῶν μάχην.
[46] omnia enim vera in praeteritis necessaria sunt, ut Chrysippo placet, dissentienti a magistro Cleanthe, quia sunt immutabilia nec in falsum e vero praeterita possunt convertere.
[490] [47] Κλεάνθης τοίνυν λέγει ὅτι τέχνη ἐστὶν ἕξις ὁδῷ πάντα ἀνύουσα.
[48] nam sive, ut Cleanthes voluit, ars est potestas viam, id est ordinem efficiens. — Cf. [49]
[491] [50]. huic eius substantiae maxime conveniet finitio “rhetoricen esse bene dicendi scientiam.” nam et orationis omnes virtutes semel complectitur, et protinus etiam mores oratoris, cum bene dicere non possit nisi bonus. idem valet Chrysippi finis ille ductus a Cleanthe “scientia recte dicendi.”
[492] [51] Quamquam scripsit artem rhetoricam Cleanthes — sed sic ut siquis obmutescere concupierit, nihil aliud legere debeat.
[493] [52] δοκεῖ δ’ αὐτοῖς ἀρχὰς εἶναι τῶν ὅλων δύο, τὸ ποιοῦν καὶ τὸ πάσχον. τὸ μὲν οὖν πάσχον εἶναι τὴν ἄποιον οὐσίαν, τὴν ὕλην, τὸ δὲ ποιοῦν τὸν ἐν αὐτῇ λόγον, τὸν θεόν. τοῦτον γὰρ ἀίδιον ὄντα διὰ πάσης αὐτῆς δημιουργεῖν ἕκαστα. τίθησι δὲ τὸ δόγμα τοῦτο... Κλεάνθης ἐν τῷ περὶ τῶν ἀτόμων.
[494] [53] ὡς ἄρα τὰ εἰδη παρὰ τοῖς θείοις τούτοις ἀνδράσιν οὔτε πρὸς τὴν χρῆσιν τῆς τῶν ὀνομάτων συνηθείας παρήγετο, ὡς Χρύσιππος καὶ Ἀρχέδημος καὶ οἱ πλείους τῶν Στωικῶν ὕστερον ᾠήθησαν... οὐ μὴν οὐδ’ ἐννοήματά εἰσι παρ’ αὐτοῖς αἱ ἰδέαι, ὡς Κλεάνθης ὕστερον εἴρηκεν.
[495] [54] ἀλλ’ ὁ Κλεάνθης ἀπὸ τοῦ φρέατος ἐπάρας τὴν κεφαλὴν καταγελᾷ σου τοῦ δόγματος καὶ αὐτὸς ἀνιμᾷ τὰς ἀληθεῖς ἀρχάς, θεὸν καὶ ὕλην. καὶ τὴν μὲν γῆν μεταβάλλειν εἰς ὕδωρ, τὸ δὲ ὕδωρ εἰς ἀέρα, τὸν δὲ ἀέρα ⟨ἄνω⟩ φέρεσθαι, τὸ δὲ πῦρ εἰς τὰ περίγεια χωρεῖν, τὴν δὲ ψυχὴν δι’ ὅλου τοῦ κόσμου διήκειν, ἧς μέρος μετέχοντας ἡμᾶς ἐμψυχοῦσθαι.
[496] [55] Omnem igitur hanc rerum naturae formam tenui primum et inani mole dispersam refert (scil. Vergilius) in quattuor elementa concretam et ex his omnia esse postea effigiata. ⟨Ita⟩ Stoici tradunt Zenon Citiaeus et Speusippus (leg. Chrysippus) Soleus et Cleanthes Thasius (leg. Assius).
[497] [56] Κλεάνθης δὲ οὕτω πώς φησιν· ἐκφλογισθέντος τοῦ παντὸς συνίζειν τὸ μέσον αὐτοῦ πρῶτον, εἶτα ⟨κατὰ⟩ τὰ ἐχόμενα ἀποσβέννυσθαι δι’ ὅλου. τοῦ δὲ παντὸς ἐξυγρανθέντος, τὸ ἔσχατον τοῦ πυρός, ἀντιτυπήσαντος αὐτῷ τοῦ μέσου, τρέπεσθαι πάλιν ⟨ποιεῖν⟩ εἰς τοὐναντίον, εἶθ’ οὕτω τρεπομένου ἄνωθέν φησιν αὔξεσθαι καὶ ἄρχεσθαι διακοσμεῖν τὸ ὅλον· καὶ τοιαύτην περίοδον αἰεὶ καὶ διακόσμησιν ποιουμένου τὸν ἐν τῇ τῶν ὅλων οὐσίᾳ τόνον μὴ παύεσθαι. ὥσπερ γὰρ ἑνός τινος τὰ μέρη πάντα φύεται ἐκ σπερμάτων ἐν τοῖς καθήκουσι χρόνοις, οὕτω καὶ τοῦ ὅλου τὰ μέρη, ὧν καὶ τὰ ζῷα καὶ τὰ φυτὰ ὄντα τυγχάνει, ἐν τοῖς καθήκουσι χρόνοις φύεται. καὶ ὥσπερ τινὲς λόγοι τῶν μερῶν εἰς σπέρμα συνιόντες μίγνυνται καὶ αὖθις διακρίνονται γινομένων τῶν μερῶν, οὕτως ἐξ ἑνός τε πάντα γίνεσθαι καὶ ἐκ πάντων [εἰς] ἒν συγκρίνεσθαι, ὁδῷ καὶ συμφώνως διεξιούσης τῆς περιόδου.
[498] [57] Κλεάνθης μόνος τῶν Στωικῶν τὸ πῦρ ἀπεφήνατο κωνοειδές.
[499] [58] ἡγεμονικὸν δὲ τοῦ κόσμου Κλεάνθει μὲν ἤρεσε τὸν ἥλιον εἶναι διὰ τὸ μέγιστον τῶν ἄστρων ὑπάρχειν καὶ πλεῖστα συμβάλλεσθαι πρὸς τὴν τῶν ὅλων διοίκησιν, ἡμέραν καὶ ἐνιαυτὸν ποιοῦντα καὶ τὰς ἄλλας ὥρας.
[59] et constat quidem (mundus) quattuor elementis terra aqua igne aere. cuius principalem solem quidam putant, ut Cleanthes. — [60] Κλεάνθης ὁ Στωικὸς ἐν ἡλίῳ ἔφησεν εἶναι τὸ ἡγεμονικὸν τοῦ κόσμου. — [61] Cleanthes, qui quasi maiorum est gentium Stoicus, Zenonis auditor, solem dominari et rerum potiri putat.
[500] [62] Ἀρίσταρχον ᾤετο δεῖν Κλεάνθης τὸν Σάμιον ἀσεβείας προσκαλεῖσθαι τοὺς Ἕλληνας, ὡς κινοῦντα τοῦ κόσμου τὴν ἑστίαν, ὅτι ⟨τὰ⟩ φαινόμενα σώζειν ἁνὴρ ἐπειρᾶτο, μένειν τὸν οὐρανὸν ὑποτιθέμενος, ἐξελίττεσθαι δὲ κατὰ λοξοῦ κύκλου τὴν γῆν, ἅμα καὶ περὶ τὸν αὑτῆς ἄξονα δινουμένην.
[501] [63] Κλεάνθης ἄναμμα νοερὸν τὸ ἐκ θαλάττης τὸν ἥλιον.
[64] Quid enim? non eisdem vobis placet omnem ignem pastus indigere nec permanere ullo modo posse, nisi alitur: ali autem solem, lunam, reliqua astra aquis, alia dulcibus, alia marinis? eamque causam Cleanthes adfert cur se sol referat nec longius progrediatur solstitiali orbi itemque brumali, ne longius discedat a cibo. — Macrobius Sat. I 23, 2. ideo enim, sicut et Posidonius et Cleanthes affirmant, solis meatus a plaga, quae usta dicitur, non recedit, quia sub ipsa currit Oceanus, qui terram ambit et dividit.
[65] Οἱ Στωϊκοὶ κατὰ τὸ διάστημα τῆς ὑποκειμένης τροφῆς διέρχεσθαι τὸν ἥλιον· ὠκεανὸς δέ ἐστιν ἢ γῆ, ἧς τὴν ἀναθυμίασιν ἐπινέμεται.
[502] [66] οὐκ ἀνέγνωσαν δ’ οὗτοι Κλεάνθην τὸν φιλόσοφον, ὃς ἄντικρυς πλῆκτρον τὸν ἥλιον καλεῖ· ἐν γὰρ ταῖς ἀνατολαῖς, ἐρείδων τὰς αὐγάς, οἷον πλήσσων τὸν κόσμον εἰς τὴν ἐναρμόνιον πορείαν [τὸ φῶς] ἄγει.
[67] ὕστερον μέντοι πλῆκτρον ἀνέθηκαν τῷ θεῷ χρυσοῦν, ἐπιστήσαντες, ὡς ἔοικε, Σκυθίνῳ λέγοντι περὶ τῆς λύρας,
ἣν ἁρμόζεται
Ζηνὸς εὐειδὴς Ἀπόλλων, πᾶσαν ἀρχὴν καὶ τέλος
συλλαβών· ἔχει δὲ λαμπρὸν πλῆκτρον ἡλίου φάος.
[503] [68] (de Apolline i. e. de Sole locutus). μουσικὸς δὲ καὶ κιθαριστὴς παρεισῆκται τῷ κρούειν ἐναρμονίως πᾶν μέρος τοῦ κόσμου καὶ συνῳδὸν αὐτὸν πᾶσι τοῖς [ἄλλοις] μέρεσι ποιεῖν, μηδεμιᾶς αὐτῶν ἐκμελείας ἐν τοῖς οὖσι θεωρουμένης, ἀλλὰ καὶ τὴν τῶν χρόνων πρὸς ἀλλήλους συμμετρίαν ἐπ’ ἄκρον ὡς ἐν ῥυθμοῖς τηροῦντος αὐτοῦ καὶ τὰς τῶν ζῴων φωνάς, ὡς αὖ τοὺς τῶν ἄλλων σωμάτων ψόφους, ἰδίᾳ ⟨διὰ⟩ τὸ ξηραίνεσθαι χρησίμως ὑπ’ ⟨αὐτοῦ⟩ τὸν ἀέρα ἀποδιδόντος καὶ δαιμονίως ἡρμόσθαι πρὸς τὰς ἀκοὰς ποιοῦντος.
[504] [69] atque ea (sidera) quidem tota esse ignea duorum sensuum testimonio confirmari Cleanthes putat, tactus et oculorum. nam solis et candor illustrior est quam ullius ignis, quippe qui immenso mundo tam longe lateque colluceat, et is eius tactus est, non ut tepefaciat solum, sed etiam saepe comburat. quorum neutrum faceret, nisi esset igneus. “ergo”, inquit “cum sol igneus sit Oceanique alatur humoribus, quia nullus ignis sine pastu aliquo posset permanere, necesse est aut ei similis sit igni, quem adhibemus ad usum atque victum, aut ei, qui corporibus animantium continetur. — [70] atqui hic noster ignis, quem usus vitae requirit, confector est et consumptor omnium idemque, quocumque invasit, cuncta disturbat ac dissipat. contra ille corporeus vitalis et salutaris omnia conservat, alit, auget, sustinet sensuque adficit.” negat ergo esse dubium, horum ignium sol utri similis sit, cum is quoque efficiat, ut omnia floreant et in suo quaeque genere pubescant. quare cum solis ignis similis eorum ignium sit, qui sunt in corporibus animantium, solem quoque animantem esse oportet, et quidem reliqua astra, quae oriantur in ardore caelesti, qui aether vel caelum nominatur.
[505] [71] ὑπὸ τὴν διακεκαυμένην ζώνην τινὲς τῶν ἀρχαίων ἀπεφήναντο, ὧν ἐστι καὶ Κλεάνθης ὁ Στωικὸς φιλόσοφος, ὑποκεχύσθαι μεταξὺ τῶν τροπικῶν τὸν ὠκεανόν.
[506] [72] Κλεάνθης πυροειδῆ τὴν σελήνην, πιλοειδῆ δὲ τῷ σχήματι.
[507] [73] Ἀναξαγόρας Δημόκριτος Κλεάνθης ἀπὸ ἀνατολῶν ἐπὶ δυσμὰς φέρεσθαι πάντας τοὺς ἀστέρας. — [74] Ἀ. καὶ Δ. καὶ Κλεάνθης ἀπὸ ἀνατολῶν εἰς δυσμὰς φέρεσθαι τοὺς ἀστέρας νομίζουσιν.
[508] [75] οἱ μὲν ἄλλοι ⟨Στωικοὶ⟩ σφιαιρικοὺς αὐτούς, Κλεάνθης δὲ κωνοειδεῖς (scil. τοὺς ἀστέρας). — [76] Κλεάνθης κωνοειδεῖς (τοὺς ἀστέρας). — [77] Κλεάνθης αὐτοὺς (sc. τοὺς ἀστέρας) κωνοειδὲς ἔχειν σχῆμά φησι. — [78] κωνοειδεῖς δὲ Κλεάνθης ὁ Στωικός.
[509] [79] Age interim ponamus inter nos universum ingenitum ac sempiternum, iuxta illud quod suggerit sermo celeberrimorum philosophantium, sicut conscribunt Parmenides, Empedocles, Zeno, Cleanthes aliique divi homines ac velut verus quidam proprieque sacer coetus. Atqui ex ingenita materia quid miramur si pars aliqua generetur aut corrumpatur, partim per providentiam dei, partim ob rerum ordinem? Namque et ceterorum artificum unus quisque materiem generare haud solet, sed quam sibi sumit, eam figurat formatque et artis ordinem ei imponit. — — Quare iuxta huiusmodi hypothesin deus materiam primam non generavit sempiterne, sed materia ad usum sumpta, per eam caelum et terram atque species animalium plantarumque et omnia fecit — —. Quod nihilominus nullatenus impedit esse providentiam, etsi una cum materia mundus ingenitus supponatur. — [80] Quomodo? Quia non solum creare et edere materiam proprium est providentiae, verum etiam conservare moderarique, quod est factum.
[510] [81] ἔτι τοίνυν ἐπαγωνιζόμενος ὁ Κλεάνθης τῇ ἐκπυρώσει λέγει τὴν σελήνην καὶ τὰ λοιπὰ ἄστρα τὸν ἥλιον ἐξομοιώσειν πάντα ἑαυτῷ καὶ μεταβαλεῖν εἰς ἑαυτόν. ἀλλ’ ὅτι ⟨καὶ⟩ οἱ ἀστέρες, θεοὶ ὄντες, πρὸς τὴν ἑαυτῶν φθορὰν συνεργοῦσι τῷ ἡλίῳ, συνεργοῦντές τι πρὸς τὴν ἐκπύρωσιν. πολὺς ἂν ⟨οὖν⟩ εἴη γέλως ἡμᾶς περὶ σωτηρίας αὐτοῖς προσεύχεσθαι καὶ σωτῆρας ἀνθρώπων νομίζειν, οἷς κατὰ φύσιν ἐστὶ τὸ σπεύδειν ἐπὶ τὴν αὑτῶν φθορὰν καὶ ἀναίρεσιν.
[511] [82] μεταβάλλειν δὲ ἢ εἰς φλόγα ἢ εἰς αὐγὴν ἀναγκαῖον (scil. τὸν κόσμον ἐκπυρωθέντα), εἰς μὲν φλόγα, ὡς ᾤετο Κλεάνθης, εἰς δ’ αὐγήν, ὡς ὁ Χρύσιππος.
[512] [83] Ζήνωνι καὶ Κλεάνθει καὶ Χρυσίππῳ ἀρέσκει τὴν οὐσίαν μεταβάλλειν οἷον εἰς σπέρμα τὸ πῦρ, καὶ πάλιν ἐκ τούτου τοιαύτην ἀποτελεῖσθαι τὴν διακόσμησιν, οἵα πρότερον ἧν.
[513] [84] quod quidem Cleanthes his etiam agumentis docet, quanta vis insit caloris in omni corpore: negat enim esse ullum cibum tam gravem, quin is nocte et die concoquatur; cuius etiam in reliquiis inest calor iis, quas natura respuerit. (Fortasse etiam quae antecedunt verba ibid. § 23 ex Cleanthe expressa sunt a Posidonio:) Sic enim res se habet, ut omnia, quae alantur et quae crescant contineant in se vim caloris, sine qua neque ali possent nec crescere. Nam omne, quod est calidum et igneum, cietur et agitur motu suo; quod autem alitur et crescit, motu quodam utitur certo et aequabili; qui quam diu remanet in nobis, tam diu sensus et vita remanet; refrigerato autem et extincto calore occidimus ipsi et extinguimur (secuntur verba supra exscripta).
[514] [85] Ἡρακλῆς δ’ ἐστὶν ὁ ἐν τοῖς ὅλοις τόνος, καθ’ ὃν ἡ φύσις ἰσχυρὰ καὶ κραταιά ἐστιν, ἀνίκητος καὶ ἀπεριγένητος οὖσα, μεταδοτικὸς ἰσχύος καὶ τοῖς κατὰ μέρος καὶ ἀλκῆς ὑπάρχων. (deinde de Alcumenae et Amphitryonis filio disputat, cuius facta a recentioribus cum dei factis permixta sint, ὥστε δυσδιάκριτα γεγονέναι τὰ τοῦ θεοῦ ἰδια ἀπὸ τῶν περὶ τοῦ ἥρωος ἱστορουμένων) τάχα δ’ ἂν ἡ λεοντῆ καὶ τὸ ῥόπαλον ἐκ τῆς παλαιᾶς θεολογίας ἐπὶ τοῦτον μετενηνεγμένα εἴη. — — σύμβολον δ’ ἂν ἑκάτερον εἴη ῥώμης καὶ γενναιότητος· ὁ μὲν γὰρ λέων τὸ ἀλκιμώτατον τῶν θηρίων ἐστί, τὸ δὲ ῥόπαλον τὸ καρτερώτατον τῶν ὅπλων. καὶ τοξότης δ’ ἂν ὁ θεὸς παρεισάγοιτο κατά τε τὸ πανταχοῦ διϊκνεῖσθαι καὶ κατὰ τὸ ἔντονόν τι ἔχειν καὶ τὴν τῶν βελῶν φοράν. — — οἰκείως δὲ παρέδοσαν αὐτὸν Κῷοι τῇ Ἥβῃ συνοικοῦντα, ὡς ὁλοσχερέστερον αὖ τὸ ⟨σῶμα ἢ⟩ τὴν διάνοιαν ὄντα. ὡς γάρ ⟨φησιν ὁ Εὐριπίδης⟩
νέων τι δρᾶν μὲν εὐτονώτεραι χέρες,
ψυχαὶ δ’ ἀμείνους τῶν γεραιτέρων πολύ.
ὑπονοῶ δὲ καὶ τὴν παρ’ Ὀμφάλῃ λατρείαν ἐκείνῳ πιθανώτερον εἶναι προσήκειν, ἐμφαινόντων πάλιν διὰ τούτου τῶν παλαιῶν ὅτι καὶ τοὺς ἰσχυροτάτους ὑποτάττειν δεῖ ἑαυτοὺς τῷ λόγῳ καὶ τὰ ὑπὸ τούτου προσταττόμενα ποιεῖν, εἰ καὶ θηλύτερόν τι κατὰ τὴν θεωρίαν καὶ τὴν λογικὴν σκέψιν προσπίπτει, τῆς ὀμφῆς, ἣν οὐκ ἀτόπως ἂν δόξαιεν Ὀμφάλην προσηγορευκέναι. Τοὺς δὲ δώδεκα ἄθλους ἐνδέχεται μὲν ἀναγαγεῖν οὐκ ἀλλοτρίως ἐπὶ τὸν θεόν, ὡς καὶ Κλεάνθης ἐποίησεν· οὐ δεῖ δὲ δοκεῖν πανταχοῦ τὸ εὑρεσίλογον πρεσβεύειν.
[515] [86] ὁ μὲν οὗν Κλεάνθης ἔλεγε, καίπερ οὐ φάσκων μετέχειν λόγου τὰ ζῷα, τοιαύτῃ θεωρίᾳ παρατυχεῖν· μύρμηκας ἐλθεῖν ἐπὶ μυρμηκιὰν ἑτέραν μύρμηκα νεκρὸν φέροντας· ἀνιόντας οὖν ἐκ τῆς μυρμηκιᾶς ἑτέρους οἷον ἐντυγχάνειν αὐτοῖς καὶ πάλιν κατέρχεσθαι· καὶ τοῦτο δὶς ἢ τρὶς γενέσθαι· τέλος δὲ τοὺς μὲν κάτωθεν ἀνενεγκεῖν ὥσπερ λύτρα τοῦ νεκροῦ σκώληκα, τοὺς δʼ ἐκεῖνον ἀραμένους, ἀποδόντας δὲ τὸν νεκρὸν οἴχεσθαι. — [87] Κλεάνθην τὸν Ἄσσιον κατηνάγκασε καὶ ἄκοντα εἶξαι καὶ ἀποστῆναι τοῖς ζῴοις τοῦ καὶ ἐκεῖνα λογισμοῦ μὴ διαμαρτάνειν, ἀντιλέγοντα ἰσχυρῶς καὶ κατὰ κράτος, ἱστορία τοιαύτη, φασίν. ἔτυχεν ὁ Κλεάνθης καθήμενος καὶ μέντοι καὶ σχολὴν ἄγων μακροτέραν ἄλλως· οὐκοῦν μύρμηκες παρὰ τοῖς ποσὶν ἦσαν αὐτῷ πολλοί· ὁ δὲ ἄρα ὁρᾷ ἐξ ἀτραποῦ τινος ἑτέρας νεκρὸν μύρμηκα μύρμηκας ἄλλους κομίζοντας εἰς οἶκον ἑτέρων καὶ ἑαυτοῖς οὐ συντρόφων, καὶ ἐπί γε τῷ χείλει τῆς μυρμηκιᾶς ἑστῶτας αὐτῷ νεκρῷ, καὶ ἀνιόντας κάτωθεν ἑτέρους καὶ συνόντας τοῖς ξένοις ὡς ἐπί τινι, εἶτα κατιόντας τοὺς αὐτούς, καὶ πλεονάκις τοῦτο· καὶ τελευτῶντας σκώληκα, οἱονεὶ λύτρα, κομίσαι· τοὺς δὲ ἐκεῖνον μὲν λαβεῖν, προέσθαι δὲ ὅνπερ οὖν ἐπήγοντο νεκρόν· καὶ ἐκείνους ὑποδέξασθαι ἀσμένως, ὡς υἱὸν κομιζομένους ἢ ἀδελφόν.
[516] [88] διὸ καὶ Κλεάνθης φησὶν ἀνθʼ ἁλῶν αὐτοὺς (scil. τοὺς ὗς) ἔχειν τὴν ψυχήν, ἵνα μὴ σαπῇ τὰ κρέα. Cf. [89]
[517] [90] Κλεάνθης ἔφη τοὺς ἀπαιδεύτους μόνῃ τῇ μορφῇ τῶν θηρίων διαφέρειν.
Idem [91]
[518] [92] vult et Cleanthes non solum corporis lineamentis, sed et animae notis similitudinem parentibus in filios respondere de speculo, scilicet morum et ingeniorum et adfectuum: corporis autem similitudinem et dissimilitudinem capere: et animam itaque corpus, similitudini vel dissimilitudini obnoxiam. item corporalium et incorporalium passiones inter se non communicare. porro et animam compati corpori, cui laeso ictibus, vulneribus, ulceribus condolescit, et corpus animae, cui adflictae cura, angore, amore coaegrescit, per detrimentum socii vigoris, cuius pudorem et pavorem rubore atque pallore testetur. igitur anima corpus ex corporalium passionum communicatione.
[93] ὁ Κλεάνθης τοιόνδε πλέκει συλλογισμόν· οὐ μόνον, φησίν, ὅμοιοι τοῖς γονεῦσι γινόμεθα κατὰ τὸ σῶμα ἀλλὰ καὶ κατὰ τὴν ψυχὴν τοῖς πάθεσι, τοῖς ἤθεσι, ταῖς διαθέσεσι. σώματος δὲ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον, οὐχὶ δὲ ἀσωμάτου, σῶμα ἄρα ἡ ψυχή... ἔτι δὲ ὁ Κλεάνθης φησίν· οὐδὲν ἀσώματον συμπάσχει σώματι, οὐδὲ ἀσωμάτῳ σῶμα, ἀλλὰ σῶμα σώματι· συμπάσχει δὲ ἡ ψυχὴ τῷ σώματι νοσοῦντι καὶ τεμνομένφ· καὶ τὸ σῶμα τῇ ψυχῇ· αἰσχυνομένης γοῦν ἐρυθρὸν γίνεται καὶ φοβουμένης ὠχρόν· σῶμα ἄρα ἡ ψυχή.
[94] unde oro te similitudine animae quoque parentibus de ingeniis respondemus secundum Cleanthis testimonium, si non ex animae semine educimur? Cf. [95]
[519] [96] περὶ δὲ ψυχῆς Κλεάνθης μὲν τὰ Ζήνωνος δόγματα παρατιθέμενος πρὸς σύγκρισιν τὴν πρὸς τοὺς ἄλλους φυσικούς φησιν, ὅτι Ζήνων τὴν ψυχὴν λέγει αἰσθητικὴν ἀναθυμίασιν, καθάπερ Ἡράκλειτος. βουλόμενος γὰρ ἐμφανίσαι, ὅτι αἱ ψυχαὶ ἀναθυμιώμεναι νοεραὶ ἀεὶ γίνονται, εἴκασεν αὐτὰς τοῖς ποταμοῖς λέγων οὕτως “ποταμοῖσι τοῖσιν αὐτοῖσιν ἐμβαίνουσιν ἕτερα καὶ ἕτερα ὕδατα ἐπιῤῥεῖ.” καὶ “ψυχαὶ δὲ ἀπὸ τῶν ὑγρῶν ἀναθυμιῶνται.” ἀναθυμίασιν μὲν οὖν ὁμοίως τῷ Ἡρακλείτῳ τὴν ψυχὴν ἀποφαίνει Ζήνων· αἰσθητικὴν δὲ αὐτὴν εἶναι διὰ τοῦτο λέγει etc. — Cf. [97]
[520] [98] Ζήνωνι μὲν γὰρ καὶ Κλεάνθει νεμεσήσειέ τις ἂν δικαίως οὕτω σφόδρα ὑβριστικῶς περὶ αὐτῆς (scil. ψυχῆς) διαλεχθεῖσι καὶ ταὐτὸν ἄμφω τοῦ στερεοῦ σώματος εἶναι τὴν ψυχὴν ἀναθυμίασιν φήσασι. — [99] ἄμφω γὰρ (Ζήνων καὶ Κλεάνθης) τοῦ στερεοῦ σώματος εἶναι τὴν ψυχὴν ἀναθυμίασιν.
[521] [100] εἰ δέ γε ἕποιτο (scil. Διογένης ὁ Βαβυλώνιος) Κλεάνθει καὶ Χρυσίππῳ καὶ Ζήνωνι τρέφεσθαι μὲν ἐξ αἵματος φήσαντι τὴν ψυχήν, οὐσίαν δʼ αὐτῆς ὑπάρχειν τὸ πνεῦμα etc.
[522] [101] Κλεάνθης μὲν οὖν πάσας ἐπιδιαμένειν (scil. τὰς ψυχὰς) μέχρι τῆς ἐκπυρώσεως, Χρύσιππος δὲ τὰς τῶν σοφῶν μόνον.
[523] [102] Πυθαγόρας, Ἀναξαγόρας, Πλάτων, Ξενοκράτης, Κλεάνθης θύραθεν εἰσκρίνεσθαι τὸν νοῦν. qui hoc de Cleanthe dixit, philosophum male intellexisse videtur.
[524] [103] κραντῆρες λέγονται οἱ ὕστερον ἀναβαίνοντες ὀδόντες παρὰ τὸ κραίνειν καὶ ἀποπληροῦν τὴν ἡλικίαν. νεωτέρων γὰρ ἤδη ἡμῶν γενομένων φύονται οἱ ὀδόντες οὗτοι. Κλεάνθης δὲ σωφρονιστῆρας αὐτοὺς καλεῖ. νῦν ἁπλῶς τοὺς ὀδόντας. σωφρονιστῆρες δὲ διὰ τὸ ἅμα τῷ ἀνιέναι αὐτοὺς καὶ τὸ σῶφρον τοῦ νοῦ λαμβάνειν ἡμᾶς.
[525] [104] inter Cleanthem et discipulum eius Chrysippum non convenit quid sit ambulatio: Cleanthes ait spiritum esse a principali usque in pedes permissum; Chrysippus ipsum principale.
[526] [105] Κλεάνθης δὲ ὁ φιλόσοφος ἀλληγορικῶς φησι δηλοῦσθαι τὸν λόγον, δι ʼοὗ μωλύονται αἱ ὁρμαὶ καὶ τὰ πάθη.
[527] [106]
ἄγου δέ μʼ, ὦ Ζεῦ, καὶ σύ γʼ ἡ πεπρωμένη,
ὅποι ποθʼ ὑμῖν εἰμὶ διατεταγμένος,
ὡς ἕψομαί γʼ ἄοκνος· ἢν δέ γε μὴ θέλω
κακὸς γενόμενος, οὐδὲν ἧττον ἕψομαι.
Vs. 1 affert [107] Vs. 1. 2 [108] [109] et sic adloquamur Iovem cuius gubernaculo moles ista dirigitur, quemadmodum Cleanthes noster versibus disertissimis adloquitur; quos mihi in nostrum sermonem mutare permittitur Ciceronis disertissimi riri exemplo. si placuerint, boni consules; si displicuerint, scies me in hoc secutum Ciceronis exemplum.
duc, o parens celsique dominator poli,
quocumque placuit: nulla parendi mora est.
adsum impiger. fac nolle, comitabor gemens,
malusque patiar, quod pati licuit bono.
ducunt volentem fata, nolentem trahunt.
[528] [110] Cleanthes quidem noster quattuor de causis dixit in animis hominum informatas deorum esse notiones. primam posuit eam, de qua modo dixi, quae orta esset ex praesensione rerum futurarum; alteram, quam ceperimus ex magnitudine commodorum, quae percipiuntur caeli temperatione, fecunditate terrarum, aliarumque commoditatum complurium copia; [111] tertiam quae terreret animos fulminibus, tempestatibus, nimbis, nivibus, grandinibus, vastitate, pestilentia, terrae motibus et saepe fremitibus, lapideisque imbribus et guttis imbrium quasi cruentis, tum labibus aut repentinis terrarum hiatibus, tum praeter naturam hominum pecudumque portentis, tum facibus visis caelestibus, tum stellis iis, quas Graeci cometas, nostri cincinnatas vocant... tum sole geminato... quibus exterriti homines vim quandam esse caelestem et divinam suspicati sunt. [112] quartam causam esse, eamque vel maximam, aequabilitatem motus conversionum〈que〉 caeli, solis, lunae, siderumque omnium distinctionem, varietatem, pulch ritudinem, ordinem, quarum rerum aspectus ipse satis indicaret non esse ea fortuita. — [113] nam Cleanthes, ut dicebas, quattuor modis formatas in animis hominum putat deorum esse notiones. unus is modus est... qui est susceptus ex praesensione rerum futurarum. alter ex perturbationibus tempestatum et reliquis motibus. tertius ex commoditate rerum quas percipimus et copia. quartus ex astrorum ordine caelique constantia.
[529] [114] ὁ δὲ Κλεάνθης οὕτως συνηρώτα· εἰ φύσις φύσεώς ἐστι κρείττων, εἴη ἄν τις ἀρίστη φύσις· εἰ ψυχὴ ψυχῆς ἐστι κρείττων, εἴη ἄν τις ἀρίστη ψυχή· καὶ εἰ ζῷον τοίνυν κρεῖττόν ἐστι ζῴου, εἴη ἄν τι κράτιστον ζῷον. οὐ γὰρ εἰς ἄπειρον ἐκπίπτειν πέφυκε τὰ τοιαῦτα. ὥσπερ οὖν οὔτε ἡ φύσις ἐδύνατο ἐπʼ ἄπειρον αὔξεσθαι κατὰ τὸ κρεῖττον οὔθ’ ἡ ψυχή, οὐδὲ τὸ ζῷον. ([115]) ἀλλὰ μὴν ζῷον ζῴου κρεῖττόν ἐστιν, ὡς ἵππος χελώνης, εἰ τύχοι, καὶ ταῦρος ὄνου καὶ λέων ταύρου· πάντων δὲ σχεδὸν τῶν ἐπιγείων ζῴων καὶ σωματικῇ καὶ ψυχικῇ διαθέσει προέχει τε καὶ κρατιστεύει ὁ ἄνθρωπος. τοίνυν κράτιστον ἂν εἴη ζῷον καὶ ἄριστον. ([116]) καί⟨τοι⟩ οὐ πάνυ τι ὁ ἄνθρωπος κράτιστον εἶναι δύναται ζῷον, οἷον εὐθέως ὅτι διὰ κακίας πορεύεται τὸν πάντα χρόνον, εἰ δὲ μή γε, τὸν πλεῖστον (καὶ γὰρ εἴ ποτε περιγένοιτο ἀρετῆς, ὀψὲ καὶ πρὸς ταῖς τοῦ βίου δυσμαῖς περιγίγνεται), ἐπίκηρόν τʼ ἐστὶ καὶ ἀσθενὲς καὶ μυρίων δεόμενον βοηθημάτων, καθάπερ τροφῆς καὶ σκεπασμάτων καὶ τῆς ἄλληλης τοῦ σώματος ἐπιμελείας, πικροῦ τινος τυράννου τρόπον ἐφεστῶτος ἡμῖν καὶ τὸν πρὸς ἡμέραν δασμὸν ἀπαιτοῦντος, καὶ εἰ μὴ παρέχοιμεν ὥστε λούειν αὐτὸ καὶ ἀλείφειν καὶ περιβάλλειν καὶ τρέφειν, νόσους καὶ θάνατον ἀπειλοῦντος. ὥστε οὐ τέλειον ζῷον ὁ ἄνθρωπος, ἀτελὲς δὲ καὶ πολὺ κεχωρισμένον τοῦ τελείου. ([117]) τὸ δὲ τέλειον καὶ ἄριστον κρεῖττον μὲν ἂν ὑπάρχοι ἀνθρώπου καὶ πάσαις ταῖς ἀρεταῖς συμπεπληρωμένον καὶ παντὸς κακοῦ ἀνεπίδεκτον· τοῦτο δὲ οὐ διοίσει θεοῦ. ἔστιν ἄρα θεός. — cf. [118]
[530] [119] Cleanthes autem, qui Zenonem audivit una cum eo, quem proxime nominavi (scil. Aristone), tum ipsum mundum deum dicit esse,
tum totius naturae menti atque animo tribuit hoc nomen,
tum ultimum et altissimum atque undique cicumfusum et extremum omnia cingentem atque complexum ardorem, qui aether nominetur, certissimum deum iudicat;
idemque quasi delirans in iis libris, quos scripsit contra voluptatem,
tum fingit formam quandam et speciem deorum,
tum divinitatem omnem tribuit astris,
tum nihil ratione censet divinius.
[531] [120] λόγον ἡγούμ⟨ενον τῶν⟩ ἐν 〈τ〉ῷ κόσ〈μῳ〉.
[121] tum nihil ratione censet esse divinius.
Philodemi frustulum ad Cleanthen probabiliter refertur, cum propter locum, quem inter fragmenta obtinet ([122]) tum propter Ciceronis similitudinem; qui huuc locum libris κατὰ τῆς ἡδονῆς tribuit.
[532] [123] Διογένης καὶ Κλεάνθης καὶ Οἰνοπίδης (τὸν θεὸν) τὴν τοῦ κόσμου ψυχήν.
[124] tum totius naturae menti atque animo tribuit hoc nomen. — [125] Theoprastus et Zeno et Chrysippus et Cleanthes sunt et ipsi multiformes, sed ad unitatem providentiae omnes revolvuntur. Cleanthes enim mentem, modo animum, modo aethera, plerumque rationem Deum disseruit.
[533] [126] haec Cleanthes in spiritum congerit quem permeatorem universitatis affirmat.
[534] [127] tum ultimum et altissimum atque undique circumfusum et extremum omnia cingentem atque complexum ardorem, qui aether nominetur, certissimum deum iudicat. — [128] Cleanthes et Anaximenes aethera dicunt esse summum Deum.
[535] [129] δεῖ δὲ μηδὲ τῶν ὀνομάτων ἀμελῶς ἀκούειν, ἀλλὰ τὴν μὲν Κλεάνθους παιδιὰν παραιτεῖσθαι. κατειρωνεύεται γὰρ ἔστιν ὅτε προσποιούμενος ἐξηγεῖσθαι τὸ ([130])
Ζεῦ πάτερ Ἴδηθεν μεδέων
καὶ τὸ ([131])
Ζεῦ ἄνα Δωδωναῖε
κελεύων ἀναγιγνώσκειν ὑφ’ ἕν, ὡς τὸν ἐκ τῆς γῆς ἀναθυμιώμενον ἀέρα διὰ τὴν ἀνάδοσιν ἀναδωδωναῖον ὄντα.
[132]
Ζεῦ ἄνα Δωδωναῖε]
τινὲς δὲ ἀναδωδωναῖε ὑφʼ ἓν παρὰ τὴν ἀνάδοσιν τῶν ἀγαθῶν.
[536] [133] ἀλλὰ Χρύσιππος καὶ Κλεάνθης ἐμπεπληκότες, ὡς ἔπος εἰπεῖν, τῷ λόγῳ θεῶν τὸν οὐρανόν, τὴν γῆν, τὸν ἀέρα, τὴν θάλατταν, οὐδένα τῶν τοσούτων ἄφθαρτον οὐδʼ ἀΐδιον ἀπολελοίπασι, πλὴν μόνου τοῦ Διός, εἰς ὃν πάντας καταναλίσκουσι τοὺς ἄλλους... ταῦτα δὲ οὐ... τοῖς δόγμασιν ἕπεται, ἀλλʼ αὐτοὶ μέγα βοῶντες ἐν τοῖς περὶ θεῶν καὶ προνοίας εἱμαρμένης τε καὶ φύσεως γράμμασι διαῤῥήδην λέγουσι, τοὺς ἄλλους θεοὺς ἅπαντας εἶναι γεγονότας καὶ φθαρησομένους ὑπὸ πυρός, τηκτοὺς κατʼ αὐτοὺς ὥσπερ κηρίνους ἢ καττιτερίνους ὄντας.
[537] [134] Κλεάνθους.
Κύδιστʼ ἀθανάτων, πολυώνυμε, παγκρατὲς αἰεί,
Ζεῦ, φύσεως ἀρχηγέ, νόμου μέτα πάντα κυβερνῶν,
χαῖρε· σὲ γὰρ πάντεσσι θέμις θνητοῖσι προσαυδᾶν.
ἐκ σοῦ γὰρ γένος εἴσʼ ἤχου μίμημα λαχόντες
μοῦνοι, ὅσα ζώει τε καὶ ἕρπει θνήτʼ ἐπὶ γαῖαν·
τῷ σε καθυμνήσω καὶ σὸν κράτος αἰὲν ἀείσω.
σοὶ δὴ πᾶς ὅδε κόσμος, ἑλισσόμενος περὶ γαῖαν,
πείθεται, ᾗ κεν ἄγῃς, καὶ ἑκὼν ὑπὸ σεῖο κρατεῖται·
τοῖον ἔχεις ὑποεργὸν ἀνικήτοις ὑπὸ χερσὶν
ἀμφήκη, πυρόεντα, ἀειζώοντα κεραυνόν·
τοῦ γὰρ ὑπὸ πληγῇς φύσεως πάντʼ ἔργα ⟨τελεῖται⟩·
ᾧ σὺ κατευθύνεις κοινὸν λόγον, ὃς διὰ πάντων
φοιτᾷ, μιγνύμενος μεγάλοις μικροῖς τε φάεσσι·
ᾧ σὺ τόσος γεγαὼς ὕπατος βασιλεὺς διὰ παντός.
οὐδέ τι γίγνεται ἔργον ἐπὶ χθονὶ σοῦ δίχα, δαῖμον,
οὔτε κατʼ αἰθέριον θεῖον πόλον οὔτʼ ἐνὶ πόντῳ,
πλὴν ὁπόσα ῥέζουσι κακοὶ σφετέραισιν ἀνοίαις·
ἀλλὰ σὺ καὶ τὰ περισσὰ ἐπίστασαι ἄρτια θεῖναι,
καὶ κοσμεῖν τἄκοσμα καὶ οὐ φίλα σοὶ φίλα ἐστίν.
ὧδε γὰρ εἰς ἓν πάντα συνήρμοκας ἐσθλὰ κακοῖσιν,
ὥσθʼ ἕνα γίγνεσθαι πάντων λόγον αἰὲν ἐόντα,
ὃν φεύγοντες ἐῶσιν ὅσοι θνητῶν κακοί εἰσι,
δύσμοροι, οἵ τʼ ἀγαθῶν μὲν ἀεὶ κτῆσιν ποθέοντες
οὔτʼ ἐσορῶσι θεοῦ κοινὸν νόμον, οὔτε κλύουσιν,
ᾧ κεν πειθόμενοι σὺν νῷ βίον ἐσθλὸν ἔχοιεν.
αὐτοὶ δʼ αὖθʼ ὁρμῶσιν ἄνοι κακὸν ἄλλος ἐπʼ ἄλλο,
οἱ μὲν ὑπὲρ δόξης σπουδὴν δυσέριστον ἔχοντες,
οἱ δʼ ἐπὶ κερδοσύνας τετραμμένοι οὐδενὶ κόσμῳ,
ἄλλοι δʼ εἰς ἄνεσιν καὶ σώματος ἡδέα ἔργα.
⟨ἀλλὰ κακοῖς ἐπέκυρσαν⟩, ἐπʼ ἄλλοτε δʼ ἄλλα φέρονται
σπεύδοντες μάλα πάμπαν ἐναντία τῶνδε γενέσθαι.
ἀλλὰ Ζεῦ πάνδωρε, κελαινεφές, ἀργικέραυνε,
ἀνθρώπους ⟨μὲν⟩ ῥύου ἀπειροσύνης ἀπὸ λυγρῆς,
ἣν σύ, πάτερ, σκέδασον ψυχῆς ἄπο, δὸς δὲ κυρῆσαι
γνώμης, ᾑ πίσυνος σὺ δίκης μέτα πάντα κυβερνᾶς,
ὄφρʼ ἂν τιμηθέντες ἀμειβώμεσθά σε τιμῇ,
ὑμνοῦντες τὰ σὰ ἔργα διηνεκές, ὡς ἐπέοικε
θνητὸν ἐόντʼ, ἐπεὶ οὔτε βροτοῖς γέρας ἄλλο τι μεῖζον,
οὔτε θεοῖς, ἢ κοινὸν ἀεὶ νόμον ἐν δίκῃ ὑμνεῖν.
[538] [135] Κλεάνθης τὸ ἀγαθὸν καὶ καλὸν λέγει εἶναι τὰς ἡδονάς, καὶ ἄνθρωπον ἐκάλει μόνην τὴν ψυχήν, καὶ τοὺς θεοὺς μυστικὰ σχήματα ἔλεγεν εἶναι καὶ κλήσεις ἱεράς, καὶ δᾳδοῦχον ἔφασκεν εἶναι τὸν ἥλιον, καὶ τὸν κόσμον μυστήριον καὶ τοὺς κατόχους τῶν θείων τελεστὰς ἔλεγε.
[539] [136] ἐν δὲ τῷ δευτέ(ρῳ) (scil. περὶ θεῶν Χρύσιππος) τά τ(ε) εἰς Ὀρφέα (καὶ Μ)ουσαῖον ἀναφε(ρόμ)ε(ν)α καὶ (τ)ὰ παρʼ (Ὁ)μήρῳ καὶ Ἡσιόδ(ῳ) καὶ Εὐρι(π)ίδῃ καὶ κοιηταῖς ἄλλοις, (ὡ)ς κα(ὶ) Κλεάνθης, (π)ειρᾶτα(ι συν)οικειοῦ(ν) ταῖς δόξαις αὐτῶ(ν).
[540] [137] Cleanthes (Apollinem) ὡς ἀπ’ ἄλλων καὶ ἄλλων τόπων τὰς ἀνατολὰς ποιούμενον, quod ab aliis atque aliis locorum declinationibus faciat ortus.
[541] [138] Cleanthes Lycium Apollinem appellatum notat quod, veluti lupi pecora rapiunt, ita ipse quoque humorem eripit radiis.
[542] [139] Λοξίας cognominatur, ut ait Oenopides, ὅτι ἐκπορεύεται τὸν λοξὸν κύκλον ἀπὸ δυσμῶν ἐπ’ ἀνατολὰς κινούμενος, id est quod obliquum circulum ab occasu ad orientem pergit: aut, ut Cleanthes scribit, ἐπειδὴ καθ’ ἕλικας κινεῖται, λοξαὶ γάρ εἰσι καὶ αὗται, quod flectuosum iter pergit.
Cf. [140] ὁ ζῳδιακὸς καὶ λοξίας ὑπό τινων καλεῖται, ἐπειδὴ ἥλιος τὰς ὁδοὺς ἐν αὐτῷ πορεύεται λοξός. ἐν δὲ τῷ ἡλίῳ ὁ Ἀπόλλων, ὃς καλεῖται Λοξίας ὑπὸ τῶν ποιητῶν, εἶναι πιστεύεται. — [141] : λοξῶν δὲ καὶ περισκελῶν ὄντων τῶν χρησμῶν οὓς δίδωσι, Λοξίας ὠνόμασται· ἢ ἀπὸ τῆς λοξότητος τῆς πορείας ἣν ποιεῖται διὰ τοῦ ζῳδιακοῦ κύκλου.
[543] [142] Κλεάνθης δέ φησιν ἀπονενεμῆσθαι τῷ Ἀπόλλωνι τὰς λέσχας, ἐξέδραις δὲ ὁμοίας γίνεσθαι, καὶ αὐτὸν δὲ τὸν Ἀπόλλω παρ’ ἐνίοις Λεσχηνόριον ἐπικαλεῖσθαι. — Eadem [143] — Harpocration s. v. in libro περὶ θεῶν haec tradita esse testatur. — Causam cognominis accuratius explicat Cornutus c. 32. καὶ λεσχηνόριον δʼ αὐτὸν (Ἀπόλλωνα) προσηγόρευσαν διὰ τὸ τὰς ἡμέρας ταῖς λέσχαις καὶ τῷ ὁμιλεῖν ἀλλήλοις συνέχεσθαι τοὺς ἀνθρώπους, τὰς δὲ νύκτας καθʼ ἑαυτοὺς ἀναπαύεσθαι. — Cf. [144]
[544] [145] Κλεάνθης δὲ ἐν Λέσβῳ οὕτω τιμᾶσθαι χρυσῆν Ἀφροδίτην.
[545] [146] πόρνης δὲ Ἀφροδίτης ἱερόν ἐστι παρὰ Ἀβυδηνοῖς, ὥς φησι Πάμφιλος· κατεχομένης γὰρ τῆς πόλεως δουλείᾳ τοὺς φρουροὺς τοὺς ἐν αὐτῇ ποτε θύσαντας, ὡς ἱστορεῖ Κλεάνθης ἐν τοῖς Μυθικοῖς, καὶ μεθυσθέντας ἑταίρας πλείονας προσλαβεῖν· ὧν μίαν, κατακοιμηθέντας αὐτοὺς ἰδοῦσαν, ἀνελομένην τὰς κλεῖς καὶ τὸ τεῖχος ὑπερβᾶσαν, ἀπαγγεῖλαι τοῖς Ἀβυδηνοῖς. τοὺς δʼ αὐτίκα μεθʼ ὅπλων ἀφικομένους, ἀνελεῖν μὲν τοὺς φύλακας, κρατήσαντας δὲ τῶν τειχῶν καὶ γενομένους ἐγκρατεῖς τῆς ἐλευθερίας χαριστήρια τῇ πόρνῃ ἀποδιδόντας Ἀφροδίτης Πόρνης ναὸν ἱδρύσασθαι.]
[A Cleanthe Stoico haec aliena sunt. Νεάνθης scripsit pro Κλεάνθης, Cyzicenum intellegens, [147] Eum secuti sunt Kaibelius in editione Athenaei et Zeller.]
[546] [148] unde Cleanthes ita cognominatum scribit (Dionysum) ἀπὸ τοῦ διανύσαι, quia cotidiano impetu ab oriente ad occasum diem noctemque faciendo caeli conficit cursum.
[547] [149] Φερσεφόνην δὲ φησί που Κλεάνθης τὸ διὰ τῶν καρπῶν φερόμενον καὶ φονευόμενον πνεῦμα.
[548] [150] Numerus autem planetarum prodest universo; verum hominum est otio praeditorum dinumerare singulorum utilitatem. Haec autem nota sunt non solum ratione, verum etiam sensu, ita movente providentia, quae, ut dicit Chrysippus et Cleanthes, nihil praetermisit pertinentium ad certiorem utilioremque dispensationem. quod si aliter melius esset dispensari res mundi, eo modo sumpsisset compositionem, qua tenus nihil occurreret ad impediendum deum.
[549] [151] ὀλοόφρονος] Κλεάνθης δασύνει· τοῦ περὶ τῶν ὅλων φρονοῦντος. — Eustath. in Hom. p. 1389, 55. τὸν Ἄτλαντα... οἱ μὲν ἀλληγοροῦσιν εἰς τὴν ἀκάματον καὶ ἀκοπίατον πρόνοιαν, τὴν πάντων αἰτίαν, καὶ ὀλοόφρονα τὸν τοιοῦτον Ἄτλαντα νοοῦσιν, ὡς τὸν ὑπὲρ ὅλων φρονοῦντα ἤγουν τῶν ὅλων φροντιστικόν. διὸ καὶ ὁ Κλεάνθης, ὣς φασιν, ἐδάσυνε τὸ ὁ τῆς ἀρχούσης. — [152] ὁλοόφρονα δ’ αὐτὸν (Ἄτλαντα) εἰρῆσθαι διὰ τὸ περὶ τῶν ὅλων φροντίζειν καὶ προνοεῖσθαι τῆς πάντων αὐτοῦ τῶν μερῶν σωτηρίας.
[550] [153] Sed cum Stoici omnia fere illa defenderent, quod et Zeno in suis commentariis quasi semina quaedam sparsisset et ea Cleanthes paulo uberiora fecisset etc.
[551] [154] ex quo fieri ut, quae secundum fatum sunt, etiam ex providentia sint, eodemque modo quae secundum providentiam, ex fato, ut Chrysippus putat. alii vero quae quidem ex providentiae auctoritate, fataliter quoque provenire, nec tamen quae fataliter, ex providentia, ut Cleanthes.
[552] [155] Κλεάνθης... οὕτως ἀπέδωκε· τέλος ἐστὶ τὸ ὁμολογουμένως τῇ φύσει ζῆν. — Cf. [156] ὁ Ζήνων — τέλος εἶπε τὸ ὁμολογουμένως τῇ φύσει ζῆν· ὅπερ ἐστὶ κατ’ ἀρετὴν ζῆν· ἄγει γὰρ πρὸς ταύτην ἡμᾶς ἡ φύσις· ὁμοίως δὲ καὶ Κλεάνθης ἐν τῷ περὶ ἡδονῆς. — [157] Κλεάνθης δὲ (scil. τέλος ἡγεῖται) τὸ ὁμολογουμένως τῇ φύσει ζῆν * ἐν τῷ εὐλογιστεῖν, ὃ ἐν τῇ τῶν κατὰ φύσιν ἐκλογῇ κεῖσθαι διελάμβανεν.
[553] [158] pudebit te illius tabulae, quam Cleanthes sane commode verbis depingere solebat. iubebat eos, qui audiebant, secum ipsos cogitare pictam in tabula Voluptatem, pulcherrimo vestitu et ornatu regali in solio sedentem; praesto esse Virtutes ut ancillulas, quae nihil aliud agerent, nullum suum officium ducerent, nisi ut Voluptati ministrarent et eam tantum ad aurem admonerent, si modo id pictura intellegi posset, ut caveret, ne quid faceret imprudens, quod offenderet animos hominum, aut quicquam, e quo oreretur aliquis dolor. “nos quidem Virtutes sic natae sumus, ut tibi serviremus; aliud negotii nihil habemus.”
Cf. [159] solent philosophi, qui finem boni humani in ipsa virtute constituunt, ad ingerendum pudorem quibusdam philosophis, qui virtutes quidem probant, sed eas voluptatis corporalis fine metiuntur et illam per se ipsam putant adpetendam, istas propter ipsam, tabulam quandam verbis pingere, ubi voluptas in sella regali quasi delicata quaedam regina considat, eique virtutes famulae subiciantur, observantes eius nutum, ut faciant quod illa imperaverit; quae prudentiae iubeat, ut vigilanter inquirat, quo modo voluptas regnet et salva sit; iustitiae iubeat, ut praestet beneficia, quae potest, ad comparandas amicitias corporalibus commodis necessarias, ⟨et⟩ nulli faciat iniuriam, ne offensis legibus voluptas vivere secura non possit; fortitudini iubeat, ut si dolor corpori acciderit, qui non compellat in mortem, teneat dominam suam, id est voluptatem, fortiter in animi cogitatione, ut per pristinarum deliciarum suarum recordationem mitiget praesentis doloris aculeos; temperantiae iubeat, ut tantum capiat alimentorum et si qua delectant, ne per immoderationem noxium aliquid valetudinem turbet et voluptas, quam etiam in corporis sanitate Epicurei maximam ponunt, graviter offendatur. ita virtutes cum tota suae gloria dignitatis tanquam imperiosae cuidam et inhonestae mulierculae servient voluptati; nihil hac pictura dicunt esse ignominiosius et deformius et quod minus ferre bonorum possit aspectus; et verum dicunt.
[554] [160] εὐδαιμονία δ’ ἐστὶν εὔροια βίου. κέχρηται δὲ καὶ Κλεάνθης τῷ ὅρῳ τούτῳ ἐν τοῖς ἑαυτοῦ συγγράμμασι καὶ ὁ Χρύσιππος καὶ οἱ ἀπὸ τούτων πάντες, τὴν εὐδαιμονίαν εἶναι λέγοντες οὐχ ἑτέραν τοῦ εὐδαίμονος βίου, καίτοι γε λέγοντες τὴν μὲν εὐδαιμονίαν σκοπὸν ἐκκεῖσθαι, τέλος δ’ εἶναι τὸ τυχεῖν τῆς εὐδαιμονίας, ὅπερ ταυτὸν εἶναι τῷ εὐδαιμονεῖν. — [161] εὐδαιμονία δέ ἐστιν, ὡς οἱ περὶ τὸν Κλεάνθην, εὔροια βίου.
[555] [162] φύσιν δὲ Χρύσιππος μὲν ἐξακούει, ᾗ ἀκολούθως δεῖ ζῆν, τήν τε κοινὴν καὶ ἰδίως τὴν ἀνθρωπίνην· ὁ δὲ Κλεάνθης τὴν κοινὴν μόνην ἐκδέχεται φύσιν, ᾗ ἀκολουθεῖν δεῖ, οὐκέτι δὲ καὶ τὴν ἐπὶ μέρους.
[556] [163] Κλεάνθης ἔλεγεν, εἰ τέλος ἐστὶν ἡ ἡδονή, πρὸς κακοῦ τοῖς ἀνθρώποις τὴν φρόνησιν δεδόσθαι.
[557] [164] Κλεάνθης δὲ ὁ Ἀσσεύς, ὁ ἀπὸ τῆς Στοᾶς φιλόσοφος, ὃς οὐ θεογονίαν ποιητικήν, θεολογίαν δὲ ἀληθινὴν ἐνδείκνυται, οὐκ ἀπεκρύψατο τοῦ θεοῦ πέρι ὅτι περ εἶχεν φρονῶν·
τἀγαθὸν ἐρωτᾷς μ’ οἷον ἔστ’; ἄκουε δή·
τεταγμένον, δίκαιον, ὅσιον, εὐσεβές,
κρατοῦν ἑαυτοῦ, χρήσιμον, καλόν, δέον,
αὐστηρόν, αὐθέκαστον, αἰεὶ συμφέρον,
ἄφοβον, ἄλυπον, λυσιτελές, ἀνώδυνον,
ὠφέλιμον, εὐάρεστον, ἀσφαλές, φίλον,
ἔντιμον, ⟨εὐχάριστον⟩, ὁμολογούμενον,
εὐκλεές, ἄτυφον, ἐπιμελές, πρᾷον, σφοδρόν,
χρονιζόμενον, ἄμεμπτον, αἰεὶ διαμένον.
[165] Κλεάνθους τε τοῦ Στωϊκοῦ ἔν τινι ποιήματι περὶ τοῦ θεοῦ ταῦτα γεγραφότος ἄκουε· (secuntur idem versus, sed omittuntur in codice verba ἀσφαλές, φίλον, ἔντιμον, ut ὁμολογούμενον sequatur illud εὐάρεστον). Hunc locum exscribit [166] eadem forma praebet, qua locus Protreptici, unde colligitur ipsum Clementem Strom. V eandem versuum formam exhibuisse quam in Protreptico, verba ἀσφαλὲς — ἔντιμον omisisse librarium.
[558] [167] διὸ καὶ Κλεάνθης ἐν τῷ δευτέρῳ περὶ ἡδονῆς τὸν Σωκράτην φησὶ παρ’ ἕκαστα διδάσκειν, ὡς ὁ αὐτὸς δίκαιός τε καὶ εὐδαίμων ἀνήρ, καὶ τῷ πρώτῳ διελόντι τὸ δίκαιον ἀπὸ τοῦ συμφέροντος καταρᾶσθαι, ὡς ἀσεβές τι πρᾶγμα δεδρακότι· ἀσεβεῖς γὰρ τῷ ὄντι οἱ τὸ συμφέρον ἀπὸ τοῦ δικαίου τοῦ κατὰ νόμον χωρίζοντες
Cf. [168] itaque accepimus Socratem exsecrari solitum eos, qui primum haec natura cohaerentia opinione distraxissent. cui quidem ita sunt Stoici assensi, ut et quidquid honestum esset, id utile esse censerent, nec utile quicquam, quod non honestum. — [169] recte Socrates exsecrari eum solebat, qui primus utilitatem α iure seiunxisset: id enim querebatur caput esse exitiorum omnium.
[559] [170] καὶ ἡ Κλεάνθους δὲ τοῦ Στωικοῦ φιλοσόφου ποιητικὴ ὧδέ πως τὰ ὅμοια γράφει
μὴ πρὸς δόξαν ὅρα, ἐθέλων σοφὸς αἶψα γενέσθαι,
μηδὲ φοβοῦ πολλῶν ἄκριτον καὶ ἀναιδέα βάξιν·
οὐ γὰρ πλῆθος ἔχει συνετὴν κρίσιν, οὔτε δικαίαν
οὔτε καλήν, ὀλίγοις δὲ παρ’ ἀνδράσι τοῦτό κεν εὕροις.
[560] [171] ὁ δὲ αὐτὸς (Κλεάνθης) κατὰ τὸ σιωπώμενον τὴν τῶν πολλῶν διαβάλλων εἰδωλολατρίαν ἐπιφέρει·
ἀνελεύθερος πᾶς ὅστις εἰς δόξαν βλέπει,
ὡς δὴ παρ’ ἐκείνης τευξόμενος καλοῦ τινος.
[172] hos versus adiungit versibus de bono fr. 557, a quibus alieni sunt.
[561] [173]
κακῶς ἀκούειν κρεῖσσον ἢ λέγειν κακῶς.
Κλεάνθους. — “Inter ecclesiasticorum scriptorum sententias hic trimeter laudatur ab [174] et a [175]” ([176]).
[562] [177] ὅθεν οὐδ’ αἱ παραδιορθώσεις φαύλως ἔχουσιν, αἷς καὶ Κλεάνθης ἐχρήσατο καὶ Ἀντισθένης· ὁ μέν κ. τ. λ.... ὁ δὲ Κλεάνθης περὶ τοῦ πλούτου ([178])
φίλοις τε δοῦναι σῶμά τ’ εἰς νόσους πεσὸν
δαπάναισι σῶσαι,
μεταγράφων οὕτω·
πόρναις τε δοῦναι σῶμά τ’ εἰς νόσους πεσὸν
δαπάναις ἐπιτρῖψαι.
[179] ἐπεὶ καὶ αὐτοῖς τούτοις τοῖς ἔπεσιν (scil. [180]) ἀντείρηκε τῶν πάνυ φιλοσόφων τις, ὃν οὐδείς, ἐμοὶ δοκεῖν, φαίη ἄν ποτε φιλονικοῦντα τούτοις τε ἀντειρηκέναι καὶ τοῖς ὑπὸ Σοφοκλέους εἰς τὸν πλοῦτον εἰρημένοις, ἐκείνοις μὲν ἐπ’ ὀλίγον, τοῖς δὲ τοῦ Σοφοκλέους ἐπὶ πλέον, οὐ μήν, ὥσπερ νῦν ἡμεῖς, διὰ μακρῶν, ἅτε οὐ παραχρῆμα κατὰ πολλὴν ἐξουσίαν διεξιών, ἀλλ’ ἐν βίβλοις γράφων.
[563] [181] ὁ δὲ Κλεάνθης ἐν ὑπομνήμασι φυσικοῖς εἰπὼν ὅτι “πληγὴ πυρὸς ὁ τόνος ἐστί, κἂν ἱκανὸς ἐν τῇ ψυχῇ γένηται πρὸς τὸ ἐπιτελεῖν τὰ ἐπιβάλλοντα, ἰσχὺς καλεῖται καὶ κράτος,” ἐπιφέρει κατὰ λέξιν, “ἡ δ’ ἰσχὺς αὕτη καὶ τὸ κράτος, ὅταν μὲν ἐν τοῖς φανεῖσιν ἐμμενετέοις ἐγγένηται, ἐγκράτειά ἐστιν· ὅταν δʼ ἐν τοῖς ὑπομενετέοις, ἀνδρεία· περὶ τὰς ἀξίας δὲ δικαιοσύνη· περὶ τὰς αἱρέσεις καὶ ἐκκλίσεις σωφροσύνη.”
Cf. [182] καὶ ὁμοίως ὥσπερ ἰσχὺς τοῦ σώματος τόνος ἐστὶν ἱκανὸς ἐν νεύροις, οὕτω καὶ ἡ τῆς ψυχῆς ἰσχὺς τόνος ἐστὶν ἱκανὸς ἐν τῷ κρίνειν καὶ πράττειν ἢ μή.
[564] [183] εἰ δὲ αὖ φήσειέ τις κολακείαν εἶναι τῷ Πυθίῳ παραβάλλειν τὸν βασιλέα, Χρύσιππος μὲν ὑμῖν καὶ Κλεάνθης οὐ συγχωρήσει καὶ ὅλον ἔθνος φιλοσοφίας [ἢ] ὁ ἐκ τῆς ποικίλης χορός, οἱ φάσκοντες εἶναι τὴν αὐτὴν ἀρετὴν καὶ ἀλήθειαν ἀνδρὸς καὶ θεοῦ.
Cf. [184] οἱ δὲ ἀπὸ τῆς Στοᾶς καὶ τὴν αὐτὴν ἀρετὴν εἶναι θεῶν καὶ ἀνθρώπων εἰρήκασιν. — [185] iam vero virtus eadem in homine ac deo est neque alio ullo ingenio praeterea.
[565] [186] πλείονας (εἶναι ἀρετὰς ἢ τέτταρας) οἱ περὶ Κλεάνθην καὶ Χρύσιππον καὶ Ἀντίπατρον.
[566] [187] ἀρετῆς δὲ καὶ κακίας οὐδὲν εἶναι μεταξύ. πάντας γὰρ ἀνθρώπους ἀφορμὰς ἔχειν ἐκ φύσεως πρὸς ἀρετήν, καὶ οἱονεὶ τὸν τῶν ἡμιαμβείων λόγον ἔχειν, κατὰ Κλεάνθην· ὅθεν ἀτελεῖς μὲν ὄντας εἶναι φαύλους, τελειωθέντας δὲ σπουδαίους.
[567] [188] διδακτήν τε εἶναι αὐτὴν (λέγω δὲ τὴν ἀρετὴν) καὶ Χρύσιππος ἐν τῷ πρώτῳ περὶ τέλους φησὶ καὶ Κλεάνθης, καὶ Ποσειδώνιος ἐν τοῖς προτρεπτικοῖς.
[568] [189] καὶ μὴν τὴν ἀρετὴν Χρύσιππος μὲν ἀποβλητήν, Κλεάνθης δὲ ἀναπόβλητον, ὁ μὲν ἀποβλητὴν διὰ μέθην καὶ μελαγχολίαν, ὁ δὲ ἀναπόβλητον διὰ βεβαίους καταλήψεις.
[569] [190] ἀρέσκει δὲ αὐτοῖς καὶ διὰ παντὸς χρῆσθαι τῇ ἀρετῇ, ὡς οἱ περὶ Κλεάνθην φασίν. ἀναπόβλητος γάρ ἐστι· καὶ πάντοτε τῇ ψυχῇ χρῆται οὔσῃ τελείᾳ ὁ σπουδαῖος.
[570] [191] τὴν μὲν οὖν τοῦ Κλεάνθους γνώμην ὑπὲρ τοῦ παθητικοῦ τῆς ψυχῆς ἐκ τῶνδε φαίνεσθαί φησι τῶν ἐπῶν.
Λογισμός. τί ποτʼ ἐσθʼ ὃ βούλει, θυμέ; τοῦτό μοι φράσον.
Θυμός. 〈σ〉έ γʼ, ὦ λογισμέ, πᾶν ὃ βούλομαι ποιεῖν.
Λ. βασιλικὸν ⟨εἶ⟩πε⟨ς⟩· πλὴν ὅμως εἰπὸν πάλιν.
Θ. ὧν ἂν ἐπιθυμῶ, ταῦθ’ ὅπως γενήσεται.
ταυτὶ τὰ ἀμοιβαῖα Κλεάνθους φησὶν εἶναι Ποσειδώνιος ἐναργῶς ἐνδεικνύμενα τὴν περὶ τοῦ παθητικοῦ τῆς ψυχῆς γνώμην αὐτοῦ, εἴ γε δὴ πεποίηκε τὸν Λογισμὸν τῷ Θυμῷ διαλεγόμενον ὡς ἕτερον ἑτέρῳ.
[571] [192] Ποσειδώνιος... δείκνυσιν ἐν τῇ περὶ παθῶν πραγματείᾳ διοικουμένους ἡμᾶς ὑπὸ τριῶν δυνάμεων, ἐπιθυμητικῆς τε καὶ θυμοειδοῦς καὶ λογιστικῆς· τῆς δὲ αὐτῆς δόξης ὁ Ποσειδώνιος ἔδειξεν εἶναι καὶ τὸν Κλεάνθην.
[572] [193] οὐ μόνον γὰρ Χρύσιππος ἀλλὰ καὶ Κλεάνθης καὶ Ζήνων ἑτοίμως αὐτὸ τιθέασιν (scil. τοὺς φόβους καὶ τὰς λύπας καὶ πάνθ’ ὅσα τοιαῦτα πάθη κατὰ τὴν καρδίαν συνίστασθαι).
[573] [194]
ὅστις ἐπιθυμῶν ἀνέχετ’ αἰσχροῦ πράγματος,
οὗτος ποιήσει τοῦτ’, ἐὰν καιρὸν λάβῃ.
[574] [195] ἀλλὰ Κλεάνθης μὲν μήτε κατὰ φύσιν αὐτὴν (scil. τὴν ἡδονὴν) εἶναι μήτ’ ἀξίαν ἔχειν αὐτὴν ἐν τῷ βίῳ, καθάπερ δὲ τὸ κάλλυντρον κατὰ φύσιν μὴ εἶναι.
[575] [196] ὁ δὲ Κλεάνθης ἔλεγε τὴν λύπην ψυχῆς παράλυσιν.
[576] [197] sunt qui unum officium consolantis putent “malum illud omnino non esse,” ut Cleanthi placet.
[577] [198] nam Cleanthes quidem sapientem consolatur, qui consolatione non eget. nihil enim esse malum, quod turpe non sit, si lugenti persuaseris, non tu illi luctum, sed stultitiam detraxeris; alienum autem tempus docendi. et tamen non satis mihi videtur vidisse hoc Cleanthes, suscipi aliquando aegritudinem posse ex eo ipso, quod esse summum malum [Cleanthes] ipse fatebatur.
[576x] [199] Ille, qui totus ad se spectat et nobis prodest, quia aliter prodesse sibi non potest, eo mihi loco est, quo — — qui captivos suos, ut commodius veneant, pascit — — multum, ut ait Cleanthes, a beneficio distat negotiatio. — cf. [200] non enim in vicem aliquid sibi reddi voluit (qui beneficium dat), aut non fuit beneficium, sed negotiatio.
[579] [201] beneficium voluntas nuda non efficit: sed quod beneficium non esset, si optimae ac plenissimae voluntati fortuna defuisset, id aeque beneficium non est, nisi fortunam voluntas antecessit; non enim profuisse te mihi oportet, ut ob hoc tibi obliger, sed ex destinato profuisse. Cleanthes exemplo eiusmodi utitur: “ad quaerendum,” inquit, “et accersendum ex Academia Platonem duos pueros misi; alter totam porticum perscrutatus est, alia quoque loca, in quibus illum inveniri posse sperabat, percucurrit, et domum non minus lassus quam irritus redit: alter apud proximum circulatorem resedit, et, dum vagus atque erro vernaculis congregatur et ludit, transeuntem Platonem, quem non quaesierat, invenit. illum, inquit, laudabimus puerum, qui, quantum in se erat, quod iussus est fecit: hunc feliciter inertem castigabimus.”
[580] [202] Cleanthes vehementius agit: “licet,” inquit, “beneficium non sit, quod accepit, ipse tamen ingratus est, quia non fuit redditurus, etiam si accepisset. sic latro est, etiam antequam manus inquinet: quia ad occidendum iam armatus est et habet spoliandi atque interficiendi voluntatem. exercetur et aperitur opere nequitia, non incipit. sacrilegi dant poenas, quamvis nemo usque ad deos manus porrigat.”
Ex libro περὶ χάριτος.
[581] [203] Κλεάνθης ἔφη τὸν ὀμνύοντα ἤτοι εὐορκεῖν ἢ ἐπιορκεῖν, καθ’ ὃν ὄμνυσι χρόνον. ἐὰν μὲν γὰρ οὕτως ὀμνύῃ ὡς ἐπιτελέσων τὰ κατὰ τὸν ὅρκον, εὐορκεῖν, ἐὰν δὲ πρόθεσιν ἔχων μὴ ἐπιτελεῖν, ἐπιορκεῖν.
[582] [204] Cleanthes utilem quidem iudicat et hanc partem (scil. philosophiae, quae dat propria cuique personae praecepta, nec in universum componit hominem, sed marito suadet quomodo se gerat adversus uxorem, patri quomodo educet liberos, domino quomodo servos regat), sed imbecillam nisi ab universo fluit, nisi decreta ipsa philosophiae et capita cognovit.
[583] [205]
πόθεν ποτ’ ἆρα γίνεται μοιχῶν γένος;
ἐκ κριθιῶντος ἀνδρὸς ἐν ἀφροδισίοις.
[584] [206] τί σοι ἔδοξε τὰ Ζήνωνος ἢ τὰ Διογένους καὶ Κλεάνθους, ὁπόσα περιέχουσιν αἱ βίβλοι αὐτῶν διδάσκουσαι ἀνθρωποβορίας, πατέρας μὲν ὑπὸ ἰδίων τέκνων ἕψεσθαι καὶ βιβρώσκεσθαι καί, εἴ τις οὐ βούλοιτο ἢ μέρος τι τῆς μυσαρᾶς τροφῆς ἀποῤρῥίψειεν, αὐτὸν κατεσθίεσθαι τὸν μὴ φαγόντα;
[585] [207] παρ’ ἡμῖν μὲν αἰσχρόν, μᾶλλον δὲ καὶ παράνομον νενόμισται τὸ τῆς ἀῤῥενομιξίας, παρὰ Γερμανοῖς δέ, ὡς φασίν, οὐκ αἰσχρόν — — καὶ τί θαυμαστόν, ὅπου γε καὶ οἱ ἀπὸ τῆς κυνικῆς φιλοσοφίας καὶ οἱ περὶ τὸν Κιτιέα Ζήνωνα καὶ Κλεάνθην καὶ Χρύσιππον ἀδιάφορον τοῦτο εἶναι φασίν;
[586] [208]
κακουργότερον οὐδὲν διαβολῆς ἔστι πω·
λάθρα γὰρ ἀπατήσασα τὸν πεπεισμένον
μῖσος ἀναπλάττει πρὸς τὸν οὐδὲν αἴτιον.
[587] [209] ἱκανῶς δὲ καὶ Κλεάνθης περὶ τὸ σπουδαῖον εἶναι τὴν πόλιν λόγον ἠρώτησε τοιοῦτον. πόλις μὲν ⟨εἰ⟩ ἔστιν οἰκητήριον κατασκεύασμα, εἰς ὃ καταφεύγοντας ἔστι δίκην δοῦναι καὶ λαβεῖν, οὐκ ἀστεῖον δὴ πόλις ἐστίν; ἀλλὰ μὴν τοιοῦτόν ἐστιν ἡ πόλις οἰκητήριον· ἀστεῖον ἄρ’ ἔστιν ἡ πόλις.
[588] [210] promptus compositus sequor Zenona, Cleanthem, Chrysippum, quorum tamen nemo ad rem publicam accessit, at nemo non misit.
[589] [211] ἐνίοτε δὲ καὶ χαλκὸν εἰσέπραττε τοὺς περιϊσταμένους (ὁ Ζήνων) * τὸ διδόναι μὴ ἐνοχλεῖν, καθά φησι Κλεάνθης ἐν τῷ περὶ χαλκοῦ.
[590] [212] κ(αὶ Κλ)εάνθης ἐν (τῶ)ι περὶ στ(ήλη)ς (ὡ)ς Διογένους αὐτῆ(ς) μνη(μονεύ)ει καὶ ἐπαιν(εῖ) καὶ (μικρὸν) ὕστε(ρ)ον ἐν αὐτ(ῶι τού)τ(ωι καθά)π(ερ ἑτ)έρ(ω)θ’ ἐνίων (ἔ)χθεσι(ν) [l. ἔκθεσιν] (ποι)ε(ῖτ)αι.
[591] [213] Κλεάνθης δὲ ὁ φιλόσοφος ἐν τῷ περὶ μεταλήψεως ἀπὸ τῶν κατασκευασάντων φησὶν ὀνομασθῆναι τήν τε Θηρίκλειον κύλικα καὶ τὴν Δεινιάδα. — [214] Κλεάνθης δ’ ἐν τῷ περὶ μεταλήψεως συγγράμματί φησι “τὰ τοίνυν εὑρήματα καὶ ὅσα τοιαῦτα, ἔτι κατάλοιπά ἐστι, οἷον θηρίκλειος, Δεινιάς, Ἰφικρατίς. ταῦτα γὰρ πρότερον συνιστόρει τοὺς εὑρόντας, φαίνεται δ’ ἔτι καὶ νῦν. εἰ δὲ μὴ ποιεῖ τοῦτο, μεταβεβληκὸς ἂν εἴη μικρὸν τοὔνομα. ἀλλά, καθάπερ εἴρηται, οὐκ ἔστιν πιστεῦσαι τῷ τυχόντι.”
[592] [215] Ἑλλάνικος μὲν γὰρ καὶ Κλεάνθης Μαίονα λέγουσι (πατέρα Ὁμήρου).
Cf. [216] : οἱ μὲν οὖν Σμυρναῖον αὐτὸν ἀποφαινόμενοι Μαίονος μὲν πατρὸς λέγουσιν εἶναι. — [217] Μαίονα γάρ φασι (scil. Ἑλλάνικος καὶ Δαμάστης καὶ Φερεκύδης) τὸν Ὁμήρου πατέρα.
[593] [218] Κλεάνθης ἐν τῷ πέμπτῳ τῶν μυθικῶν Σύρον, ἐκ Τύρου τῆς Συρίας (scil. Mnesarchum, patrem Pythagorae). σιτοδείας δὲ καταλαβούσης τοὺς Σαμίους προσπλεύσαντα τὸν Μνήσαρχον κατ’ ἐμπορίαν μετὰ σίτου τῇ νήσῳ ἀποδόμενον τιμηθῆναι πολιτείᾳ. Πυθαγόρου δ’ ἐκ παίδων εἰς πᾶσαν μάθησιν ὄντος εὐφυοῦς, τὸν Μνήσαρχον ἀπαγαγεῖν αὐτὸν εἰς Τύρον, ἐκεῖ δὲ τοῖς Χαλδαίοις συστάντα μετασχεῖν τούτων ἐπὶ πλεῖον ποιῆσαι, ἐπανελθόντα δ’ εἰς τὴν Ἰωνίαν ἐντεῦθεν τὸν Πυθαγόραν πρῶτον μὲν Φερεκύδῃ τῷ Συρίῳ ὁμιλῆσαι, δεύτερον δ’ Ἑρμοδάμαντι τῷ Κρεωφυλείῳ ἐν Σάμῳ ἤδη γηράσκοντι. λέγει δ’ ὁ Κλεάνθης ἄλλους εἶναι οἳ τὸν πατέρα αὐτοῦ Τυρρηνὸν ἀποφαίνονται τῶν τὴν Λῆμνον ἐποικησάντων, ἐντεῦθεν δὲ κατὰ πρᾶξιν εἰς Σάμον ἐλθόντα καταμεῖναι καὶ ἀστὸν γενέσθαι. πλέοντος δὲ τοῦ Μνησάρχου εἰς τὴν Ἰταλίαν συμπλεύσαντα τὸν Πυθαγόραν νέον ὄντα κομιδῇ σφόδρα οὖσαν εὐδαίμονα καὶ τόθ’ ὕστερον εἰς αὐτὴν ἀποπλεῦσαι. καταλέγει δ’ αὐτοῦ καὶ ἀδελφοὺς δύο, Εὔνοστον καὶ Τυρρηνὸν πρεσβυτέρους. — [219] ὡς δὲ Νεάνθης Σύριος ἢ Τύριος (fuit Pythagoras). — [220] ὁ δὲ Νεάνθης Τύριον (Πυθαγόραν) ὀνομάζει.]
[594] [221] παράκειται δ’ [αὐτῷ] τὸ Καυκάσιον ὄρος· ἐκαλεῖτο δὲ τὸ πρότερον Βορέου κοίτη δι’ αἰτίαν τοιαύτην. Βορέας δι’ ἐρωτικὴν ἐπιθυμίαν Χιόνην ἁρπάσας, τὴν Ἀρκτούρου θυγατέρα, κατήνεγκεν εἴς τινα λόφον, Νιφάντην καλούμενον, καὶ ἐγέννησεν. ἐκ τῆς προειρημένης υἱὸν Ὕρπακα, τὸν διαδεξάμενον Ἡνιόχου τὴν βασιλείαν. μετωνομάσθη δὲ τὸ ὄρος κοίτη Βορέου. προσηγορεύθη δὲ Καύκασος διὰ περίστασιν τοιαύτην. μετὰ τὴν γιγαντομαχίαν Κρόνος, ἐκκλίνων τὰς Διὸς ἀπειλάς, ἔφυγεν εἰς τὴν ἀκρώρειαν Βορέου κοίτης, καὶ εἰς κροκόδειλον μεταμορφωθεὶς ⟨ἔλαθεν· ὁ δὲ Προμηθεὺς⟩ ἕνα τῶν ἐγχωρίων ποιμένα, Καύκασον, ἀναταμών, καὶ κατανοήσας αὐτοῦ τὴν διάθεσιν τῶν σπλάγχνων, εἶπεν οὐ μακρὰν εἶναι τοὺς πολεμίους. ὁ δὲ Ζεὺς ἐπιφανεὶς τὸν μὲν πατέρα δήσας πλεκτῷ ἐρίῳ κατεταρτάρωσε· τὸ δ’ ὄρος εἰς τιμὴν τοῦ ποιμένος Καύκασον μετονομάσας, προσέδησεν αὐτῷ τὸν Προμηθέα καὶ ἠνάγκασεν αὐτὸν ὑπὸ σπλαγχνοφάγου ἀετοῦ βασανίζεσθαι, ὅτι παρηνόμησεν εἰς τὰ σπλάγχνα, ὡς ἱστορεῖ Κλεάνθης ἐν γʹ θεομαχίας.]
[595] [222] γεννᾶται δ’ ἐν αὐτῷ (Caucaso) βοτάνη Προμήθειος καλουμένη, ἣν Μήδεια συλλέγουσα καὶ λειοτριβοῦσα πρὸς ἀντιπαθείας τοῦ πατρὸς ἐχρήσατο, καθὼς ἱστορεῖ ὁ αὐτός (scil. Cleanthes).]
[596] [Pseudo-Plut. de Fluv. XVII 4. γενναται δ’ ἐν αὐτῷ (Taygeto) βοτάνη καλουμένη Χαρισία ἣν ⟨αἱ⟩ γυναῖκες ἔαρος ἀρχομένου τοίς τραχήλοις περιάπτουσι καὶ ὑπὸ τῶν ἀνδρῶν συμπαθέστερον ἀγαππῶνται· καθὼς ἱστορεῖ Κλεάνθης ἐν αʹ περὶ ὀρῶν.]
[597] [223] φασὶ δὲ καὶ Ἀντίγονον αὐτοῦ πυθέσθαι ὄντα ἀκροατήν, διὰ τί ἀντλεῖ; τὸν δ’ εἰπεῖν “ἀντλῶ γὰρ μόνον; τί δ’; οὐχὶ σκάπτω; τί δ’: οὐκ ἄρδω; καὶ πάντα ποιῶ φιλοσοφίας ἕνεκα.” καὶ γὰρ ὁ Ζήνων αὐτὸν συνεγύμναζεν εἰς τοῦτο, καὶ ἐκέλευεν ὀβολὸν φέρειν ἀποφορᾶς. — Plut. de vitand. aere alieno 7, 5 p. 830c. Κλεάνθην δὲ ὁ βασιλεὺς Ἀντίγονος ἠρώτα, διὰ χρόνου θεασάμενος ἐν ταῖς Ἀθήναις “ἀλεῖς ἔτι, Κλέανθες”; “ἀλῶ, φησίν, ὧ βασιλεῦ, ὃ ποιῶ ἕνεκα τοῦ Ζήνωνος μὴ ἀποστῆναι μηδὲ φιλοσοφίας.”
[598] [224] προκρίνων δὲ τὸν ἑαυτοῦ βίον τοῦ τῶν πλουσίων, ἔλεγεν, ἐν ᾧ σφαιρίζουσιν ἐκείνοι τὴν σκληρὰν καὶ ἄκαρπον αὐτὸς ἐργάζεσθαι, σκάπτων.
[599] [225] καὶ σκωπτόμενος ὑπὸ τῶν συμμαθητῶν ἠνέσχετο, καὶ ὄνος ἀκούων προσεδέχετο, λέγων αὐτὸς μόνος δύνασθαι βαστάζειν τὸ Ζήνωνος φορτίον.
[600] [226] καί ποτε ὀνειδιζόμενος ὡς δειλός “διὰ τοῦτο, εἶπεν, ὀλίγα ἁμαρτάνω.”
[601] [227] ὀνειδίσαντος αὐτῷ τινος εἰς τὸ γῆρας “κἀγώ, ἔφη, ἀπιέναι βούλομαι· ὅταν δὲ πανταχόθεν ἐμαυτὸν ὑγιαίνοντα περινοῶ καὶ γράφοντα καὶ ἀναγινώσκοντα, πάλιν μένω.”
[602] [228] πολλάκις δὲ καὶ ἑαυτῷ ἐπέπληττεν· ὧν ἀκούσας Ἀρίστων “τίνι, ἔφη, ἐπιπλήττεις;” καὶ ὃς γελάσας “πρεσβύτῃ, φησί, πολιὰς μὲν ἔχοντι, νοῦν δὲ μή.”
[603] [229] Σωσιθέου τοῦ ποιητοῦ ἐν θεάτρῳ εἰπόντος πρὸς αὐτὸν παρόντα,
οὓς ἡ Κλεάνθους μωρία βοηλατεῖ,
ἔμεινεν ἐπὶ ταὐτοῦ σχήματος. ἐφ’ ᾧ ἀγασθέντες οἱ ἀκροαταί, τὸν μὲν ἐκρότησαν, τὸν δὲ Σωσίθεον ἐξέβαλον. μεταγινώσκοντα δὲ αὐτὸν ἐπὶ τῇ λοιδορίᾳ προσήκατο, εἰπὼν ἄτοπον εἶναι, τὸν μὲν Διόνυσον καὶ τὸν Ἡρακλέα φλυαρουμένους ὑπὸ τῶν ποιητῶν μὴ ὀργίζεσθαι, αὐτὸν δὲ ἐπὶ τῇ τυχούσῃ βλασφημίᾳ δυσχεραίνειν.
[604] [230] Κλεάνθης ὑπὸ γλώττης ἕλκους αὐτῷ γενομένου τὴν τροφὴν οὐκ ἐδύνατο παραπέμπειν· ὡς δὲ ῥᾷον ἔσχε καὶ ὁ ἰατρὸς αὐτῷ τροφὴν προσήγαγεν “σὺ δέ με, ἔφη, βούλει ἤδη τὸ πλέον τῆς ὁδοῦ κατανύσαντα ἀναστρέφειν, εἶτα πάλιν ἐξ ὑπαρχῆς τὴν αὐτὴν ἔρχεσθαι”; καὶ ἐξῆλθεν τοῦ βίου.
[605] [231] εἰπόντος δέ τινος Ἀρκεσίλαον μὴ ποιεῖν τὰ δέοντα “παῦσαι, ἔφη, καὶ μὴ ψέγε. εἰ γὰρ καὶ λόγῳ τὸ καθῆκον ἀναιρεῖ, τοῖς γοῦν ἔργοις αὐτὸ τιθεῖ.” καὶ ὁ Ἀρκεσίλαος “οὐ κολακεύομαι”, φησί. πρὸς ὃν ὁ Κλεάνθης “ναί, ἔφη, σὲ κολακεύω, φάμενος ἄλλα μὲν λέγειν, ἕτερα δὲ ποιεῖν.”
[606] [232] ἔλεγε δὲ καὶ τοὺς ἐκ τοῦ περιπάτου ὅμοιόν τι πάσχειν ταῖς λύραις, αἳ καλῶς φθεγξάμεναι αὑτῶν οὐκ ἀκούουσι.
[607] [233] e quibus (scil. philosophis) homo sane levis, Heracleotes Dionysius, cum a Zenone fortis esse didicisset, a dolore dedoctus est. nam cum ex renibus laboraret, ipso in eiulatu clamitabat falsa esse illa, quae antea de dolore ipse sensisset. quem cum Cleanthes condiscipulus rogaret, quaenam ratio eum de sententia deduxisset, respondit: “quia si, cum tantum operae philosophiae dedissem, dolorem tamen ferre non possem, satis esset argumenti malum esse dolorem. plurimos autem annos in philosophia consumpsi nec ferre possum: malum est igitur dolor.” tum Cleanthem, cum pede terram percussisset, versum ex Epigonis ferunt dixisse:
Audisne haec, Amphiaraë, sub terram abdite?
Zenonem significabat a quo illum degenerare dolebat.
[608] [234] Κλεάνθης ἐρωτώμενος διὰ τί παρὰ τοῖς ἀρχαίοις οὐ πολλῶν φιλοσοφησάντων ὅμως πλείους διέλαμψαν ἢ νῦν “ὅτι, εἶπε, τότε μὲν ἔργον ἠσκεῖτο, νῦν δὲ λόγος.”
[609] [235] μειρακίῳ ποτὲ διαλεγόμενος ἐπύθετο, εἰ αἰσθάνεται· τοῦ δ’ ἐπινεύσαντος “διὰ τί οὖν, εἶπεν, ἐγὼ οὐκ αἰσθάνομαι ὅτι αἰσθάνει;”
[610] [236] ἐρὁμένου τινός, τί ὑποτίθεσθαι δεῖ τῷ υἱῷ “τὸ τῆς Ἠλέκτρας, ἔφη, σῖγα σῖγα λεπτὸν ἴχνος.” ([237])
[611] [238] ἢ οὐ τοιοῦτος παῖς ἐκεῖνος ὁ Λάκων, ὃς Κλεάνθην τὸν φιλόσοφον ἠρώτησεν, εἰ ἀγαθὸν ὁ πόνος ἐστίν; οὕτω γὰρ ἐκεῖνος φαίνεται φύσει πεφυκὼς καλῶς καὶ τεθραμμένος εὖ πρὸς ἀρετήν, ὥστε ἔγγιον εἶναι νομίζειν τὸν πόνον τῆς τἀγαθοῦ φύσεως ἢ τῆς τοῦ κακοῦ· ὅς γε ὡς ὁμολογουμένου τοῦ μὴ κακὸν ὑπάρχειν αὐτόν, εἰ ἀγαθὸν τυγχάνει ὢν ἐπυνθάνετο. ὅθεν καὶ ὁ Κλεάνθης ἀγασθεὶς τοῦ παιδὸς εἶπεν ἄρα πρὸς αὐτόν “αἵματος εἶς ἀγαθοῖο, φίλον τέκος, οἷ’ ἀγορεύεις ([239]).” — [240] Λάκωνός τινος εἰπόντος, ὅτι ὁ πόνος ἀγαθόν, διαχυθείς φησιν “αἵματος εἶς ἀγαθοῖο, φίλον τέκος.”
[612] [241] Κλεάνθης, ἑταίρου ἀπιέναι μέλλοντος καὶ ἐρωτῶντος, πῶς ἂν ἥκιστα ἁμαρτάνοι, εἶπεν, “εἰ παρ’ ἕκαστα ὧν πράττεις δοκοίης ἐμὲ παρεῖναι.” — Cf. [242]
[613] [243] φησὶ δὲ ὁ Ἑκάτων ἐν ταῖς χρείαις, εὐμόρφου μειρακίου εἰπόντος “εἰ ὁ εἰς τὴν γαστέρα τύπτων γαστρίζει, καὶ ὁ εἰς τοὺς μηροὺς τύπτων μηρίζει,” ἔφη “σὺ μὲν τοὺς διαμηρισμοὺς ἔχε, μειράκιον. αἱ δ’ ἀνάλογοι φωναὶ τὰ ἀνάλογα οὐ πάντως σημαίνουσι πράγματα.”
[614] [244] Ὁ μὲν οὖν Κλεάνθης ἔλεγε τὸν ἐρώμενον ὑφ’ ἑαυτοῦ μὲν ἐκ τῶν ὤτων κρατεῖσθαι, τοῖς δ’ ἀντερασταῖς πολλὰς λαβὰς παρέχειν ἀθίκτους ἑαυτῷ, τὴν γαστέρα λέγων καὶ τὰ αἰδοῖα καὶ τὸν λαιμόν.
[615] [245] σιωπῶντος τοῦ Κλεάνθους, ἐπεί τις ἔφη “τί σιγᾷς; καὶ μὴν ἡδὺ τοῖς φίλοις ὁμιλεῖν,” “ἡδύ, ἔφη, ἀλλ’ ὅσῳ ἥδιον, τοσῷδε μᾶλλον αὐτοῦ τοῖς φίλοις παραχωρητέον.”
[616] [246] πρὸς δὲ τὸν μονήρη καὶ ἑαυτῷ λαλοῦντα “οὐ φαύλῳ, ἔφη, ἀνθρώπῳ λαλεῖς.”
[617] [247] Κλεάνθης, ἐρωτώμενος πῶς ἄν τις εἴη πλούσιος, εἶπεν “εἰ τῶν ἐπιθυμιῶν εἴη πένης.”
[618] [248] λέγεται δέ, φάσκοντος αὐτοῦ κατὰ Ζήνωνα καταληπτὸν εἶναι τὸ ἦθος ἐξ εἴδους, νεανίσκους τινὰς εὐτραπέλους ἀγαγεῖν πρὸς αὐτὸν κίναιδον ἐσκληραγωγημένον ἐν ἀγρῷ, καὶ ἀξιοῦν ἀποφαίνεσθαι περὶ τοῦ ἤθους· τὸν δὲ διαπορούμενον κελεῦσαι ἀπιέναι τὸν ἄνθρωπον. ὡς δὲ ἀπιὼν ἐκεῖνος ἔπταρεν “ἔχω, εἶπεν, αὐτόν,” ὁ Κλεάνθης “μαλακός ἐστιν.” Cf. [249] et [250] qui de Chrysippo Tarsi (τῶν γὰρ ἐνθάδε δείνων τινα λέγουσι etc.) eadem narrat. Cf. [251]
[619] [252] παράδοξα μὲν ἴσως φασὶν οἱ φιλόσοφοι, καθάπερ καὶ ὁ Κλεάνθης ἔλεγεν, οὐ μὴν παράλογα. Cf. [253]
[1]: Diogenes Laërt. VII 168.
[2]: 174
[3]: Plutarchus de audiendo 18 p. 47e.
[4]: Plutarchus de vitando aere alieno 7 p. 830d.
[5]: Seneca epist. 44, 3.
[6]: epist. 6, 6.
[7]: Quintilianus Instit. orat. XII 7, 9.
[8]: Ind. Stoic. Herc. col. XIX.
[9]: Stobaeus Floril. XVII 28 (Vol. I p. 496 Hense).
[10]: Plutarchus de adul. et amico 11 p. 55c.
[11]: Ind. Stoic. Herc. col XXII.
[12]: Plut. de adul. et am. 11
[13]: Diog. Laërt. VII 173
[14]: Ind. Stoic. Herc. col. XXIV.
[15]: Ind. Stoic. Herc. col. XX
[16]: Diogenes Laërt. VII 176.
[17]: Lucianus Macrob. 19.
[18]: Ind. Stoic. Herc. col. XXVI.
[19]: col. XXVII.
[20]: Luc. Macrob. 19. Diog. Laërt. VII 176.
[21]: Ind. Stoic. Herc col. XXVIII 8.
[22]: col. XXIX.
[23]: Col. XXVIII.
[24]: Col. XXIX.
[25]: Galenus ὅτι αἱ ποιότητες ἀσώματοι 2 Vol. XIX p. 467K.
[26]: Strabo XIII p. 610.
[27]: Cicero Acad. Pr. II 73.
[28]: Diogenes Laërt. VII 174.
[29]: n. 500
[30]: n. 543
[31]: n. 526̈. 535. 549. 592
[32]: n. 578-580
[33]: n. 567?
[34]: n. 558. 530. 552
[35]: Diogenes Laërt. VII 41.
[36]: Arrianus Epict. Diss. I 17, 11.
[37]: Sextus adv. math. VII 228.
[38]: ib 372.
[39]: ib. VIII 400.
[40]: ib. Pyrrh. hypotyp. II 70.
[41]: Varro de lingua lat. V 9.
[42]: Philodem. de musica col. 28, 1 p. 79 Kemke
[43]: Seneca Epist. 108, 10.
[44]: Clemens Alex. Strom. VIII 9, 26 p. 930 P.
[45]: Arrianus Epict. Diss. II 19, 1-4.
[46]: Cic. de Fato 7, 14.
[47]: Olympiodorus in Plat. Gorg. p. 53 (ed. Jahn nov. ann. philol. suppl. XIV p. 239, 240).
[48]: Quintil. Inst. Or. II 17, 41.
[49]: Zeno n. 72sq.
[50]: Quintilianus Inst. Or. II 15, 34—35
[51]: Cicero de finibus IV 7.
[52]: Diogenes Laërt. VII 134.
[53]: Syrianus ad Ar. Metaph. (Aristot. Berol. Vol. V) 892b 14—23.
[54]: Hermiae Irris. Gent. Phil. 14 (DDG p. 654).
[55]: Probus ad Verg. Ecl. 6, 31 p. 10 Keil.
[56]: Stobaeus Ecl. I 17, 3 p. 153, 7 W. (Arii Did. fr. 38 Diels).
[57]: Aëtius I 14, 5 (DDG p. 312b).
[58]: Eusebius praep. evang. XV 15, 7 (Ar. Did. fr. 29 Diels p. 465).
[59]: Ps. Censorin. I 4 p. 75, 14 Jahn.
[60]: Diogenes Laërt. VII 139. Aëtius II 4, 16 (DDG p. 332b).
[61]: Cicero Acad. pr. II 126.
[62]: Plutarchus de facie in orbe lunae c. 6, 3 p. 923a.
[63]: Aëtius II 20, 4 (DDG p. 349b).
[64]: Cicero de nat. deor. III 37.
[65]: Aëtius II 23, 5 (DDG p. 353a).
[66]: Clemens Alex. Strom. V 8, 48 p. 674 P.
[67]: Cf. Plut. de Pyth. orac. c. 16 fin.
[68]: Cornutus ep. 32
[69]: Cicero de nat. deor. II 40.
[70]: 41.
[71]: Geminus elem. astron. Petav. Uranolog. p. 53.
[72]: Stobaeus Ecl. I 26, 1 i p. 219, 14 W. (Arii Did. fr. 34 Diels).
[73]: Aëtius II 16, 1 (DDG p. 345a 16).
[74]: Galen. hist. phil. 58 (DDG p. 625, 9).
[75]: Aëtius lI 14, 2 (DDG p. 343).
[76]: Galenus hist. phil. 56a (DDG p. 624, 22).
[77]: Achilles Tat. p. 133c.
[78]: Theodoretus Gr. aff. cur. IV 20. (p. 105, 15 Ra.)
[79]: Philo de provid. II 48 (p. 79 Aucher).
[80]: 49.
[81]: Plutarchus de comm. not. 31 p. 1075d.
[82]: Philo de Incorr. Mundi cp. 18 (p. 28 Cumont, p. 505 Mang.).
[83]: Stobaeus Ecl. 1 20, 1 e p. 171, 2 W. (Arii Didymi fr. 36 Diels).
[84]: Cicero de nat. deor. II 24.
[85]: Cornutus cp. 31.
[86]: Plutarchus πότερα τῶν ζῴων φρονιμώτερα cp. 11 p. 967e.
[87]: Aelianus Nat. An. VI 50.
[88]: Clem. Alex. Strom. VII 6 33 p. 849 P.
[89]: Vol. II p. 206.
[90]: Stobaeus Floril. 4, 90 Vol. l p. 240 Hense.
[91]: Stob. Ecl. II 31, 64 p. 212, 22 W.
[92]: Tertullianus de An. c. 5.
[93]: Nemesius de nat. hom. p. 32.
[94]: Tertullianus de An. c. 25.
[95]: Panaetium ap. Cic. Tusc. I 79.
[96]: Eusebius praep. evang. XV 20, 2 (Ar. Did. fr. 39 Diels).
[97]: Zeno n. 141.
[98]: Longinus ap. Euseb. praep. evang. XV 21, 3.
[99]: Theodoret. gr. aff. cur. V 27 p. 130, 2 Ra.
[100]: Galenus de Hippocr. et Plat. plac. II 8 (V p. 283 K., p. 248 ed. Iu. Mueller).
[101]: Diogenes Laërt. VII 157.
[102]: Aëtius IV 5, 11 (DDG p. 392b 1).
[103]: Scholiasta ad. Nic. Ther. 447, p. 36, 12 Keil.
[104]: Seneca Epist. 113, 18.
[105]: Apollonius soph. lex. Homer. p. 114 ed Bekk. s. v. μῶλυ (κ 305)
[106]: Epictet. Man. c. 53.
[107]: Arrian. Epict. diss. II 23, 42 III 22, 95 IV 4, 34.
[108]: idem IV 1, 131.
[109]: Seneca Epist. 107, 10.
[110]: Cicero de nat. deor. II 13-15.
[111]: 14.
[112]: 15.
[113]: Cic. de nat. deor. III 16.
[114]: Sextus adv. math. IX 88.
[115]: 89
[116]: 9Ο
[117]: 91
[118]: Cic. de nat. deor. II 33-36.
[119]: Cicero de nat. deor. I 37.
[120]: Philodemus περὶ εὐσεβ. c. 9 (DDG p. 544).
[121]: Cicero de nat. deor. I 37.
[122]: p. 75 Gomp.
[123]: Aëtius I 7, 17 (DDG p. 302b 15).
[124]: Cicero de nat. deor. I 37.
[125]: Minucius Octav. XIX 10.
[126]: Tertullianus Apol. 21.
[127]: Cicero de nat. deor. I 37.
[128]: Lactantius Inst. I 5.
[129]: Plutarchus de aud. poët. 11 p. 31 d.
[130]: Γ 320
[131]: Π 233
[132]: Schol. BL. Hom. Π 233
[133]: Plutarchus de comm. not. 31 p. 1066a.
[134]: Stobaeus Ecl. I 1, 12 p. 25, 3.
[135]: Epiphanius adv. Haeres. III 2, 9 (III 37) DDG p. 592, 30.
[136]: Philodemus περὶ εὐσεβ. cp. 13 (DDG p. 547b).
[137]: Macrobius Sat. I 17, 8.
[138]: Macrobius Sat. I 17, 36.
[139]: Macrobius Sat. I 17, 31.
[140]: Achilles Tat. Isag. 169 A.
[141]: Cornutus c. 32
[142]: Photius s. v. λέσχαι.
[143]: Suidas s. v. λέσχαι.
[144]: Plut. de Ei apud Delphos cp. 2.
[145]: Schol. in Hom. Il. Γ 64.
[146]: [Athenaeus XIII 572f.
[147]: Mueller Frg. Hist. Gr. II p. 5. 9. 11.
[148]: Macrobius Sat. I 18, 14.
[149]: Plutarchus de Is. et Osir. 66 p. 377d.
[150]: Philo de provid. II 74 p. 94 Aucher:
[151]: Schol. in Hom. Od. α 52 (Cramer Anecd. Oxon. III 416).
[152]: Cornutus c. 26.
[153]: Cicero de divin. I 6.
[154]: Chalcidius in Tim. c. 144.
[155]: Stobaeus Ecl. II 7, 6a, p. 76, 3.
[156]: Diog. Laërt. VII 87.
[157]: Clemens Alex. Strom. Il 21, 129 p. 497 P.
[158]: Cicero de fin. II 69.
[159]: Aug. de civit. dei V 20.
[160]: Stobaeus Ecl. II 7, 6e, p. 77, 21 W.
[161]: Sextus adv. math. XI 30.
[162]: Diogenes Laërt. VII 89.
[163]: Stobaeus Floril. 6, 66 Vol. I p. 304 Hense, 6, 37 Mein.
[164]: Clemens Alex. Protrept. VI 72 p. 61 P.
[165]: Idem Strom. V 14, 110 p. 715 P.
[166]: Euseb. praep. evang. XIII 13 p. 679, versus 6, 7
[167]: Clemens Alex. Strom. II 22, 131 p. 499 P.
[168]: Cicero de off. III 11.
[169]: id. de leg. I 33.
[170]: Clemens Alex. Strom. V 3, 17 p. 655 P.
[171]: Clemens Alex. Strom. V 14, 110 p. 715 P.
[172]: idem Protrept. VI 72 p. 61 P.
[173]: Mantiss. proverb. (in paroemiogr. Gr. vol. II p. 757) cent. I 85.
[174]: Antonio Meliss. I 53
[175]: Maximo 10, vid. Gregor. Nazianz. carm. p. 157d.
[176]: Wachsm. Comm. II p. 8
[177]: Plutarchus de Aud. Poet. c. 12 p. 33c.
[178]: Eur. El. 428
[179]: Dio Chrysost. or. VII § 103 (Vol. I p. 208,9 Arn.).
[180]: Eur. El. 428
[181]: Plutarchus de Sto. Rep. cp. 7 p. 1034d.
[182]: Stobaeus Ecl. II 7, 5b₄, p. 62, 24 W.
[183]: Themistius Or. II 27 C.
[184]: Proclus in Plat. Tim. II 106f.
[185]: Cic. de leg. I 25.
[186]: Diogenes Laërt. VII 92.
[187]: Stobaeus ecl. II 65, 7 W.
[188]: Diogenes Laërt. VII 91.
[189]: Diogenes Laërt. VII 127.
[190]: Diogenes Laërt. VII 128.
[191]: Galenus de Hipp. et Plat. plac. V 6 (Vol. V p. 476 K., p. 456 Iu. Mueller.).
[192]: Galenus de Hipp. et Plat. plac. IX 1 (Vol. V p. 653 K. p. 653 Iu. Mueller).
[193]: Galenus de Hipp. et Plat. plac. III 5 (Vol. V 332 K. p. 299 Iu. Mueller).
[194]: Stobaeus Floril. 6, 3 Vol. I p. 281 Hense (6, 19 Mein.)
[195]: Sextus adv. math. XI 74.
[196]: Stobaeus Floril. 108, 59 Mein.
[197]: Cicero Tusc. disp. III 76.
[198]: Cicero Tusc. disp. III 77.
[199]: Seneca de Benef. VI 12, 2.
[200]: ib. II 31, 2.
[201]: Seneca de Benef. VI 10, 2.
[202]: Seneca de Benef. V 14, 1.
[203]: Stobaeus Floril. 28, 17 Vol. I p. 621 Hense (28, 14 Mein.).
[204]: Seneca Epist. 94, 4.
[205]: Stobaeus Floril. 6, 4 Vol. I p. 281 Hense (6, 20 Mein.)
[206]: Theophilus ad Autol. III 5 p. 119c.
[207]: Sextus Pyrrh. hypot. III 199. 200.
[208]: Stobaeus Floril. 42, 2 (Vol. I p. 760 Hense)
[209]: Stobaeus Ecl. II 7, 111, p. 103, 12 W.
[210]: Seneca de Tranq. An. I 7.
[211]: Diogenes Laërt. VII 14.
[212]: Philodemus περὶ φιλοσόφων Vol. Hercul. VIII col. 13, 18.
[213]: Athenaeus XI 467d.
[214]: ib. 471 b.
[215]: Certamen Homer. et Hesiod. p. 4, 18 ed. Nietzsch (in act. societ. philol. Lips. tom. I fasc. 1).
[216]: Proci. vit. Hom. ap. Gaisford. Hephaestion p. 516
[217]: ib. p. 517.
[218]: [Porphyrius vit. Pythag. 1, 2.
[219]: Clemens Alex. Strom. I p. 129 S.
[220]: Theodoret. Graec. aff. cur. I 24 p. 11, 13 Ra.
[221]: [Pseudo-Plut. de Fluviorum nominibus V. 3.
[222]: [Pseudo-Plut. de Fluv. V. 4.
[223]: Diogenes Laërt. VII 169.
[224]: Diogenes Laërt. VII 171.
[225]: Diogenes Laërt. VII 170.
[226]: Diogenes Laërt. VII 171.
[227]: Diogenes Laërt. VII 174.
[228]: Diogenes Laërt. VII 171.
[229]: Diogenes Laërt. VII 173.
[230]: Stobaeus Floril. 7, 54 Vol. I p. 325 Hense.
[231]: Diogenes Laërt. VII 171.
[232]: Diogenes Laërt. VII 173.
[233]: Cicero Tusc. disp. II 60.
[234]: Stobaeus Floril. 82, 9 Mein. = Ecl. II 2, 16.
[235]: Diogenes Laërt. VII 172.
[236]: Diogenes Laërt. VII 172.
[237]: Eurip. Orest. 140.
[238]: Musonius ap. Stob. Ecl. II 31, 125 p. 243, 1 Wachsm.
[239]: Hom. Od. δ 611
[240]: Diogenes Laërt. VII 172.
[241]: Stobaeus Ecl. II 31, 63 Wachsm.
[242]: Zeno apoph. 42 Maxim. Gnom. 5 p. 189, 1 R.
[243]: Diogenes Laërt. VII 172.
[244]: Plutarchus Alc. 6.
[245]: Stobaeus Floril. 33, 8 (Vol. I p. 679 Hense).
[246]: Diogenes Laërt. VII 174.
[247]: Stobaeus Floril. 95, 28 Mein.
[248]: Diogenes Laërt. VII 173.
[249]: Zeno n. 204
[250]: Dio Prus. or. XXXIII § 53, 54,
[251]: Vol. II n. 10a.
[252]: Arrianus Epict. diss. IV 1, 173.
[253]: Zeno n. 281.