Pular para o conteúdo

Testimonia et fragmenta

Cleantes · Parte 604

[604] [230] Κλεάνθης ὑπὸ γλώττης ἕλκους αὐτῷ γενομένου τὴν τροφὴν οὐκ ἐδύνατο παραπέμπειν· ὡς δὲ ῥᾷον ἔσχε καὶ ὁ ἰατρὸς αὐτῷ τροφὴν προσήγαγεν “σὺ δέ με, ἔφη, βούλει ἤδη τὸ πλέον τῆς ὁδοῦ κατανύσαντα ἀναστρέφειν, εἶτα πάλιν ἐξ ὑπαρχῆς τὴν αὐτὴν ἔρχεσθαι”; καὶ ἐξῆλθεν τοῦ βίου.