Pular para o conteúdo

Ἀναλυτικὰ πρότερα

Aristóteles · Capítulo 31

Capítulo 31

Οὐδὲ διʼ αἰσθήσεως ἔστιν ἐπίστασθαι. εἰ γὰρ καὶ ἔστιν ἡ αἴσθησις τοῦ τοιοῦδε καὶ μὴ τοῦδέ τινος, ἀλλʼ ασθάνεσθαί [87b30] γε άναγκκαῖον τόδε τι καὶ πού καὶ νῦν. τὸ δὲ καθόλου καὶ ἐπὶ πᾶσιν ἀδύνατον αἰσθάνεσθαι· οὐ γὰρ τόδε οὐδὲ νῦν· οὐ γὰρ ἄν ἦν καθόλου· τὸ γὰρ ἀεὶ καὶ πανταχοῦ καθόλου φαμὲν εἶναι. ἐπεὶ οὖν αἱ μὲν ἀποδείξεις καθόλου, ταῦτα δʼ οὐκ ἔστιν αἰσθάνεσθαι, φανερὸν ὅτι οὐδʼ ἐπίστασθαι διʼ ασθήσεως [87b35] ἔστιν, ἀλλὰ δῆλον ὅτι καὶ εἰ ἦν αἰσθάνεσθαι τὸ τρίγωνον ὅτι δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, ἐζητοῦμεν ἄν ἀπόδειξιν καὶ οὐχ ὥσπερ φασί τινες ἠπιστάμεθα· αἰσθάνεσθαι μὲν γὰρ ἀνάγκη καθʼ ἕκαστον, ἡ δʼ ἐπιστήμη τὸ τὸ καθόλου γνωρίζειν ἐστίν. διὸ καὶ εἰ ἐπὶ τῆς σελήντης ὄντες [87b40] ἑωρῶμεν ἀντιφράττουσαν τὴν γῆν, οὐκ ἄν ᾔδειμεν τὴν αἰτίαν [88a] τῆς ἐκλείψεως. ᾔσθανόμεθα γὰρ ἄν ὅτι νῦν ἐκλείπει, καὶ οὐ διότι ὅλως· οὐ γὰρ ἦν τοῦ καθόλου αἴσθησις. οὐ μὴν ἀλλʼ ἐκ τοῦ θεωρεῖν τοῦτο πολλάκις συμβαῖνον τὸ καθόλου ἄν θηρεύσαντες ἀπόδειξιν εἶχομεν· ἐκ γὰρ τῶν καθʼ ἕκαστα πλεῖὁνων [88a5] τὸ καθόλου δῆλον. τὸ δὲ καθόλου τμιον, ὅτι δηλοῖ τὸ αἴτιον· ὥστε περὶ τῶν τοιούτων ἡ καθόλου τιμιωτέρα τῶν αἰσθήσεων καὶ τῆς νοήσεως, ὅσων ἕτερον τὸ αἴτιον· περὶ δὲ τῶν πρώτων ἄλγλος λόγος.

Φανερὸν οὖν ὅτι ἀδύνατον τῷ αἰσθάνεσθαι ἐπίστασθαί τι [88a10] τῶν ἀποδεικτῶν, εἰ μή τις τὸ αἰσθάνεσθαι τοῦτο λέγει, τό ἐπιστήμην ἔχειν διʼ ἀποδείξεως. ἔστι μέντοι ἕνια ἀναγόμενα εἰς αἰσθήσεως ἔκλειψιν ἐν τοῖς προβλήμασιν. ἕνια γὰρ εἰ ἑωρῶμεν οὐκ ἄν ἐζητοῦμεν, οὐχ ὡς εἰδότες τῷ ὁρᾶν, ἀλλʼ ὡς ἔχοντες τὸ καθόλου ἐκ τοῦ ὁοᾶν. οἶον εἰ τὴν ὕαλον τετρυπημέντην [88a15] ἑωρῶμεν καὶ τὸ φῶς διιόν, δῆλον ἄν ἦν καὶ διὰ τί καίει, τῷ ὁρᾶν μὲν χωρὶς ἐφʼ ἑκάστης, νοῆσαι δʼ ἄμα ὅτι ἐπὶ πασῶν οὕτως.